In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 173b 26)

Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε.

Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ πα ῥὰ τὸ τόδε τίθησιν, ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ μήτε ἄρρεν σημαίνει μήτε θῆλη ἀλλὰ τὸ οὐδέτερον’. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπασαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι | μὲν πτώσεις [*](f. 35r) διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦτον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι· καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μεταφέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωχράτης’ καὶ τὸ ‘τόδε τὸν Σωχράτην’.

[*](p. 173b 36)

Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὕτος, μέτα ’δε του εἶναι τὸ τοῦτον.

Έπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύν- θεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι· καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο [*](1 σχεδὸν a Arist.: om. I 5 ἤτοι I: ἤγουν a 7 ἀρσενικοῦ a αὐτὴ a θηλυκόν a 8 τὸ I: τι a ἀρσενικὸν a 9 θήλεως a 12 ἢ aI: καὶ Α 12 — 14 τῶν — δ’ οὔ om. Α 16 καὶ primum al: ὡς A ἀρρενικοῦ a: ἀρσενι- κῶν Α θηλυκῶν καὶ ἐπὶ Α 20 αὐτὸ v: αὐτὴν al 26 εἶπεν Α πολλάκις Α cf. Arist. b29: πολλὰ al 27 θῆλυ καὶ ἄρρεν Α ὅτι καὶ om. A σημαίνει om. Α διὰ τοῦτο om. Α 28 φαίνεσθαι post τινὰς collocat Α 29 διαδιδράσκοι A: διαδιδράσκῃ Ι: διαδιδράσκει a ὅτι al: ὡς Α 30 σημαίνει post τοῦτο collocat A 31 σε om. Α τούτων τῶν δύο σημαινομένων Α: τῶν δύο τούτων al post τοῦτο add. καὶ Α 32 ἔχε Α: ἔχει al λαβεῖν, sed post p. 108,1 εὐθείας Α)

108
ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο’· ὅτε δὲ ὡς ἐπὶ αἰτιατικῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο’. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ, εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην’, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκος’. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ο(??) καὶ ν(??) τελευτᾷ· ὅμως καί τινα τῶν ἀρρενικῶν ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμπολυ διαφέρειν.