In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 172a 18)

Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα.

Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀποδεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἄν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἄν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἄν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἄν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἄν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ [*](3. 4 συγχωρῆσαι a1AI: συγχωρηθῆναι a2 4 ἀληθὲς Α ὃν Av: ἓν al 5 ἔξεστι AI: ἐστιν a 6 ἀληθῶς a 8 οὐ γὰρ AI: οὐκ a 10 οἷον ἄν μόριον a1AI: τὸ μόριον οἷον ἄν a2 12. 13 ἀμφότερον a 14 δύο Α 15 συναγάγηται omisso τὸ a 16 δυσὶ v 19 ἀληθὲς Av: ἀληθῶς al αἱ Av: om. al 21 ἔξεστιν A 22 ἀλλὰ τά γε πρῶτα I: om. a 26 ἐδείκνυεν I Arist.: ἐδείκνυεν ὁ διαλεκτικὸς a: ὁ διαλεκτικὸς ἀπεδείκνυεν Α 28.21) ὁ διαλεκτικὸς Α: om. al oO ἐν τοῖς Ἀναλυτικοῖς] Anal. Pr. I1 p. 24a24 31 συνεπέραινεν AI: συνεπέρανεν a 34 πρὸς AI: πρὸς τὴν a)

96
τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστάτη, ἡ στιγμὴ ἔστι ἀδιάστατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἄν εἶχεν ἐξ ὧν διαλέξεται τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔσαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἄν εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἄν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύντες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον.

[*](p. 172a 21)

῾Η δ’ αὐτὴ καὶ πειραστική.

Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι I τῇ διαλεκτικῇ καὶ ἡ πειραστική· περὶ πολλὰ γὰρ καὶ [*](f. 32r) αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθήμασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσωπεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπιχειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστική, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἄν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα, ῾δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἡ οὔ;’· ἰδοὺ οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.

[*](1 ἀρχῶν διαλέγεται Α 3 λαμβάνει γὰρ οὕτως Av: om. al 5 τῆς γραμμῆς om. Α γραμὴ I ἐφ’ AI: ὑφ’ a post διαστατή add. καὶ Α ἔσται AI: ἐστὶν a 7 ἀποδεικνύουσα μὴ AI: μὴ ἀποδεικνῦσα μὴ a1: ἀποδείκνυσε (sic) μὴ a2 8 ἀλλ’ al: οὐκ ἄν Α 9 post κέντρου add. εὐθεῖαι A 10 —12 ἐξ ὧν—εἶχε aA: om. I 10 ἴσαι a2A: ἶσα a1 12 ταῦτα AI: τοῦτο a 15 πῶς a1 16 post αὐτὴ add. ἤγουν διαλεκτικὴ a 21 ἐν μαθήμασι AI: ἐνθυμήμασι a1: ἐν τοῖς μαθήμασι a2 23 ἐπιστήμονος a 25 φησὶν ἡ A: φησὶ aI 27 —30 ἀλλὰ—πειράζει al: καὶ τὰ ἑξῆς Α 29 τοῦτο I: τόδε a 30 τις I: τι a)
97