In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 171b 3)

Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν.

Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καὶ φησί· τὸ τὴν πρότασιν τάσιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ῾ναί᾿ ἢ τὸ ῾οὔ᾿ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἀλλὰ πεῖραν λαμβάνοντος τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσποιούμενον εἰδέναι ἀγνοοῦντα δέ.

[*](p. 171b 6)

῾Ο μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός ἐστιν.

Ἐμφήνας διὰ τοῦ εἰπεῖν, ὅτι ἡ πειραστικὴ διαλεκτική τίς ἐστιν, ὅτι μὴ ταὐτόν ἐστι πειραστικὴ καὶ διαλεκτικὴ ἀλλὰ διάφοροι, ἀκολούθως τὴν διαφορὰν αὐτῶν παραδίδωσι, καὶ τὸν μὲν κατὰ τὰ κοινὰ θεωροῦντα τὸ πρᾶγμα (οὔτω γάρ ἐστι τὸ ἐξῆς τῆς λέξεως· [ὡς] κοινὰ δὲ λέγει πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς), τοῦτον καλεῖ διαλεκτικόν, τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν (τοῦτο γὰρ λείπει), τὸν ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ σοφιστικὸν καὶ ἐριστικόν. πῇ δὲ διαφέρει ὁ σοφιστικὸς τοῦ ἐριστικοῦ, μετ’ ὀλίγον ἐρεῖ.