[*](p. 171a 1)Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι.
Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφίσματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόντες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆσαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους, ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὔτω γὰρ συντακτέον τὸ χωρίον), τουτέστιν εἰ φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμῷ, τουτέστι τῷ συμπεράσματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει [*](2 τῆς λέξεως AT: λεγόμενον a 7 οὐ aAI (T, corr. Ac): οἱ Arist. 8 τοὺς a2I: τὸ a1A 9 τρεισκαίδεκα a 10 et 12 εἰς τοὺς al: εἰς τὸ A 14 προταθέντα v: προτεθέντα AI: προστεθέντα a 15 τύχοι Α 16 καὶ om. Α τύχοι a A 18 κακῶς AI: καλῶς a 23 ἄλλους a2 24 οἱ οὑτωσὶ om. Α 25 διαλεγόμενος I 34 καὶ τοῦ ψεύδους om. Α 34 et 35 τουτέστι al: ἤγουν Α 34 ante τῷ alt. add. ἐν a2A 35 εἶναι al: κεῖσθαι Α ante τῇ alt. add. ἐν A κατ’ ἀντίφασιν I: τῆς ἀντιφάσεως a: τῆ κατὰ ἀντίφασιν προτεινομένη post ἐρωτήσει Α)
82
(προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ σιγῶντα λέγειν ἢ οὔ;), ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεως φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγοντος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὁ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν, καὶ ἐν ἰῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδαμῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ῾ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν’, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν ἀρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ;, ἀλλ’ οὐχὶ ὃ μὴ ἔχει τις, δοίη ἄν;’. ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογισμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη σχῆμα᾿ ἐν τῷ συμπερά|σματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ
[*](f. 28r) μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοὐ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ
[*](1 δεῖ γὰρ τὴν ἀντίφασιν ὅλην προσκεῖσθαι τῆ ἐρωτήσει. ὥστε ἐρωτᾶν οὕτως. ἆρ’ ἔστι Α 5 ξύλον λέγεις a λίθους λέγης καὶ ξύλα Α Plato 1. c. p. 27,22 sq., sed cf. vs. 6 5 et 6 σιδήρια Α Plato: σίδηρα al 6 ἐστιν alt. I: om. Α 7 τὰ AI: om. a τὸ—τοιοῦτον om. A 11 post δηλοῖ add. δὲ a 12 καὶ AI: om. a λεγόμενα a1 13 τῶν om. Α 14 τοῦ a2I: om. a1 16 ἔχει aI (CcT): ἔχοι Arist. post ἄν add. καὶ a2 17 ἔσται I: ἐστὶ a 22 el 23 ἔχοι a 22 an ἀλλ’ ὃ ἄρα? ὃ alt. Ι: om. a 26. 27 ψεῦδος παραλογισμὸς al: αἴτιον τῆς ἀπάτης Α 29 καὶ a2AI: om. a1 32 ἐν τῇ Ἀποδεικτικῇ] I 11 p. 77a9 33 post μόνα add. καὶ Α 34 οὐκέτι al: οὔ Α) 83
πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποισπῦν τὴν ἀπάτην, οὖτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές.
[*](p. 171a 12)Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν.
Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι, τουτέστι κατὰ <τὴν> διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας λέγων ἢ οὔ, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ῾ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινομένου῾. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ῾ἆρα παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;’ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλεκται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δέ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὕ ὡς ἀπόκρισίς ἐστι καὶ οἱονεὶ ἀπόφασις καὶ ἀπάρνησις ἀντὶ τοῦ ῾φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν᾿.
[*](p. 171a 17)Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα.
Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, [*](1 καὶ om. a1 φέρει τὸ αἴτιον Α 1. 2 ὅστις—ἀπάτην aI: ὁ δὲ ἐν μηδετέρω, ἤγουν μήτε ἐν τῶ συμπεράσματι μήτε ἐν τῆ ἐρωτήσει ἔχων τὸ αἴτιον τῆς ἀπάτης A 2 ποιοῦν I: ποιεῖν a ἐστι om. Α 3 ἔσται AI: ἐστὶν a 6 παρὰ scripsi cf. vs. 22. 23: πρὸς aI 7 post μαθήμασι expunxit πρὸς τὴν διανοίαν ἐστὶ (sic) τουτέστι (cf. vs. 9. 10) I 10 τὴν v: om. al 12 ἢ alterum a2I: om. a1 13 πολλοὺς a2 15 ἀλλήλαις a2: ἀλλήλοις a1I 17. 18 οὗτος—διείλεκται om. a1 21 ἀστρῷον a cf. p. 81,17: ἀστέρα I τοὔνομα a 26 μὲν a Arist.: om. I 27 τὸ om. Α παρὰ om. A)
84
πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν. καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διάνοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν ‘ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πὼς· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ῾πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διείλεκται ἀλλὰ παρὰ τὴν διάνοιαν᾿. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν.
[*](p. 171a 18)Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν.
Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι | δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ [*](f. 28v) ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς εἰπόντος ὡς δύνατόν ἐστι πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;’, πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἄν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνάγεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὗ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα [*](1 οὐ πρὸς a Arist. cf. vs. 4: παρὰ AI 5 ante καὶ add. ἢ a ὑπερβατῶς ΑΙ: ὑπερβατικῶς a 7 καὶ om. Α ἐν τῆ Φυσικῇ ἀκροάσει] I 2 p. 185a18 9 ἀποφαντικῶς Α 11 στίξαντες a1 14 τὸ alterum om. Α 15 διδόντα a1I(C): διδόναι a2 Arist. 16 ταύτην Α 17 δέ om. Α 18 παρὰ om. Α 21 γίνοιτο AI: γένοιτο a ὡς al: ὅτι A 22 ὑμᾶς] ὒ ex ἡ, ut videtur, corr. Α προσάγονται a 23 ἐλέγχθησαν a 25 τὴν κατὰ AI: κατὰ τὴν a1 τὴν κατὰ τὴν a2 29 ἐρώτησις om. Α 32 διαλεκτικῶς a1 33 τὸν om. a1)
85
λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἀπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προβαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρωτῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὑκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν; ὁ δὲ ἀποκρινόμενος τὸ ‘οὐκ ῾οὐκ ἔστιν᾿ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι᾿ τοῦτο εἰπών, ὡς οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ῾οὐκ ἔστι᾿ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν᾿. ἄν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέσιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα᾿, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν <δὲ> λέξιν τὴν ἄρ’ οὐ πρὸς τὴν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν. ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὅ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρήκαμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἄρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ῾ἄρα᾿ συμπερασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρινομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἀν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ’
[*](2 ante σιγῶντα add. τὸν A 4 τούτους Α 5 γένηται al: ἐστὶν Α 6 πρόην a1I ἀνήγοντο al: ἀνάγοντι Α ταῦτα a2 εἴτε a1 7 γοῦν Α 8 ἡ om. Α 11 fort, οἷον #x003E; ὁ 17 εἴπῃ I: εἴποι a 18 συλλογίζεται a 19 σιγῶντα a1 20 δὲ prius om. a1 δὲ alt. v: om. al 23 γίνοιτο Al: γένοιτο a 24 post εἴπῃ add. ὅτι I: 0111. aA 25 ἤγουν a συμπεράνει (sic) I 26 τὴν ΑΙ: om. a post τοῦ add. δ’ a 27 τουτέστιν om. Α 30 ἐξήνεκται a1 32 post τι add. τῶν A καὶ om. Α 33 προσεπιθήσομεν A τὸ τὸ αὐτὸ a 34 τὸ ὄνομα καὶ τὸ Α 35 τῶν AI: om. a ταὐτόν Α) 86
οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς | τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν
[*](f. 29r) οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἁ ἀλλ᾿ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινομένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύτην ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων.