In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν.
Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμάς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε [*](2 ἐνεργητικὰ a1 εἰσι post δηλωτικά collocat a2 4 ἀπατᾶ a1 7 σημαίνουσι Α 8 ἕτερον aA: ἕτερα I 11 θεωρεῖν Α Arist.: non liquet I: θεωροῦντος a cf. vs. 5 12 lemma a: om. AI 13 post περὶ add. δέ al: cm. Α συμβαίνοστος (sic) I 24 δὲ a2I: καὶ a1 25 ἐστι τῶ I: om. a 27 post τὸ prius add. τε v 28 γὰρ I: om. a ἐν ταῖς Κατηγορίαις] c. 5 p. 3b10sq. 30 ὅσον aI: ὁμοίως Arist. 31 post ἄνθρωπον add. ἣ ζῶον, οὐ μὴν ἀληθές· οὐ (ἡ v) γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι δείκνυται, ἡ λέγεται, ἀλλ’ ὡς τοιόνδε. διότι περὶ οὐσίαν τὸ ποιὸν, ὡς ἐν ἐκείνοις εἴρηται, ἀφορίζει a2 v)
Τῶν δὲ παρ’ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι.
Εἰπὼν περὶ τῶν παρὰ τὴν λέξιν παραλογισμῶν καὶ τἀς αἰτίας παραθέμενος, καθ’ ἃς ἀπατώμεθα ἐν ἑνὶ ἑκάστῳ τῶν ἕξ, νῦν καὶ περὶ τῶν ἐκτὸς τῆς λέξεως ἑπτὰ παραλογισμῶν, πῶς συμβαίνει ἡμᾶς καὶ ἀπὸ τούτων ἀπατᾶσθαι, διέξεισι. καὶ φησὶν αἰτίαν περὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν ἴσον ἐστὶ τῷ ῾ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκειμένοις συμβέβηκεν᾿, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται, δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄνθρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντιστρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἀπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦδε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐν- [*](4 διὰ τὸ μὴ δύνασθαι om. Α 5 εἶπον a1 5 —8 παραθέμενος ἑνὶ ἑκάστω τῶν ἓξ, καθ’ ἅς ἀπατώμεθα ἐν αὐτοῖς, νῦν διέξεισι καὶ πῶς ἀπατώμεθα ἐπὶ τῶν ἐκτὸς—παραλογισμῶν A 9 κρίνειν a1 10 εἴρηται] p. 37,17 sq. 13 ποιοῖς I 14 ταῦτα I 15 τῷ a1I: τοῖς a2 16 συμβέβηκεν Waitz l. c.: συμβεβηκέναι al 19 ποίοις scripsi vs. 15: ποῖα al 20 δύναται a: δύνανται I δέδεικται] c. 6 p. 168b27 sq. 21 εἰσὶ a2I: ἡ a1 22 et 23 τοῖς v: τῷ al 30. 31 τῷ—παραλογισμῷ a 31 τὸ alt. om. a 33 σημαίνει a δίδομεν a: διδόμεν I cf. p. 34, 18n.)