In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 166b 28)

Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν.

Ὁ πρῶτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρ’ ἁ τὸ συμβεβηκός· γίνεται δὲ οὗτος, ὅταν τις ἀξιοῖ πᾶν τὸ προσὸν τῷ κατηγορουμένῳ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ, ὅπερ οὐκ ἀναγκαῖόν ἐστι. παρὰ γοῦν τὸ τὰ συμβεβηκότα τῷ κατηγορουμένῳ λαμβάνειν τὸν σοφιστὴν καὶ λέγειν κατὰ τοῦ ὑποκειμένου μὴ ὀφείλοντα λέγεσθαι ὁ παραλογισμὸς γίνεται. ὅταν οὖν, φησί, τὶς ἀξιοῖ ὁμοίως ὑπάρχειν τι τῷ πράγματι καὶ τῷ συμβεβηκότι, πρᾶγμα μὲν λέγων τὸ σύνθετον καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ ἁπλῶς πᾶν κατηγορούμενον, κἄν τε τῶν οὐσιωδῶς καὶ καθ’ αὑτὸ ὑπαρχόντων τῷ καθ’ οὗ κατηγορεῖταί ἐστι κἄν τε καὶ μή. φησὶ γοῦν ὡς οὐκ ἀναγκαῖόν ἐστιν, ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ, καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβαίνειν. οἷον τί φημι; κατηγορεῖται τὸ λευκὸν κατὰ τοῦ Σωκράτους· ὑπάρχει δὲ τῷ λευκῷ καὶ τὸ χρῶμα διακριτικὸν ὄψεως· εἴ τις οὖν ἀξιοῖ καὶ τῷ Σωκράτει ὑπάρχειν τὸ χρῶμα διακριτικὸν ὄψεως λέγων οὕτως ‘ὁ Σωκράτης λευκός, τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ὁ Σωκράτης ἄρα χρῶμα διακριτικὸν ὄψεως᾿, ποιεῖται παρὰ τὸ συμβεβηκὸς τὸν παραλογισμόν. οὐ γὰρ τὸ τῷ συμβεβηκότι ὑπάρχον [*](1 ἐστὶν ἑπτά om. a post ἑπτά add. ἤτοι τρόποι I 6 ἐρεῖ] c. 19 —23 7 ἐκ al: ἀπὸ Α γινομένους—τίθησιν al: παραδίδωσιν Α 8 ὀνομάζει post λέξεως collocat Α κἀνταῦθα om. Α 8. 9 ταύτης σύνθεσις al: σύνθεσις τῆς λέξεως Α 9 ante διαίρ. add. ἡ Α 10 αἴτια γίνονται τῶν παραλογισμῶν Α 11 τούτων al: τῶν ἔξω τῆς λέξεως Α 12 προιὼν] c. 24 sqq. 14 ἐν τοῖς ἑξῆς βῆ θήσεται. πρῶτος δὲ A 18 ἀξιοῦν a1 19. 20 ὑπάρχειν—κατηγορουμένῳ om. a1 21 ὀφείλοντος a1 23 λέγων scripsi: λέγει al 24 συμβέβηκε a1 post πᾶν add. τὸ Α 25 τῷ al: τὸ Α 26 ἀναγκαῖον I: ἀνάγκη axV 32 τὸ alt. I: om. a)

38
καὶ τῷ ὑποκειμένῳ ἀνάγκη ὑπάρχειν, ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε, πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον μόνον. οἷον εἴ τις εἴπῃ ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἕτερος ἀνθρώπου᾿, λέγεται δὴ τὸ σόφισμα παρὰ τὸ συμβεβηκός, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν. ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ ἄνωθεν εἰρημένου ἡμῖν παραδείγματος ὁ σοφιστὴς λέγων ‘ὁ Σωκράτης λευκόν, τὸ λευκὸν χρῶμα, ὁ Σωκράτης ἄρα χρῶμα᾿ ἐν μὲν τῇ προτάσει τῇ ‘ὁ Σωκράτης λευκός᾿ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῆ ‘τὸ λευκὸν χρῶμα᾿ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωπος᾿ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον, ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου᾿ τὸν ἀκατάτακτον ἄνθρωπον τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ καὶ ἀκατατάκτῳ ἀνθρώπῳ τῷ καθόλου, ταῦτα ἀνάγκη καὶ τῷ συγκατατεγμένῳ καὶ συνθέτῳ ὑπάρχειν. τῷ μὲν γὰρ ἁπλῷ συμβέβηκε τὸ ἑτέρῳ εἶναι Κορίσκου· οὐκ ἀνάγκη τοίνυν τοῦτο καὶ κατὰ τοῦ Κορίσκου κατηγορεῖσθαι, ὅτι μηδὲ καθ’ αὑτὸ πρόσεστι τῷ ἀπλῶς ἀνθρώπῳ. ὅσα μὲν γὰρ οὐσιωδῶς ὑπάρχει τούτῳ, ταῦτα δηλονότι καὶ τῷ Κορίσκῳ ὑπάρξει· ὅσα δὲ μὴ οὐσιωδῶς καὶ καθ’ αὑτὸ ἀλλ’ ὡς συμβεβηκότα ὡς ἐν ὑποκει- μένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Κορίσκῳ ταῦτα ὑπάρχειν. οἷον τῷ βροτῷ τῷ κατηγορουμένῳ πολλὰ συμβέβηκε, τὸ δισύλλαβον εἶναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν· οὐκ ἀνάγκη οὖν ταῦτα πάντα, ἐπειδὴ τῷ κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’ οὗ κατηγορεῖται ὑπάρχειν· οὐ γὰρ ‘‘ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”, ὡς ἐν ταῖς Κατηγορίαις ἐμάθομεν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν αὐτοῦ | εἰδῶν ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται [*](f. 14r) καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι· τὰ δὴ οὕτω συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἢ μᾶλλον τὸ ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται τοιοῦτόν ἐστιν· συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ [*](3 συγκρινόμενον μόνον I: inv. ord. a 4 κορίσκος prius corr. I post κορίσκος alt. add, ἄρα a 7 καὶ scripsi: ὡς al: ὡς καὶ v 13 τῶ Α 14 ἄνθρωπον (i. e. ἄν(??)) scripsi cf. vs. 15 et p. 39,24: αὐτὸν aAI 19 post γὰρ add. τοῖς 20 συμβεβηκότι a1 ὡς alt. om. Α: καὶ ὡς fort, recte v 21 αὐτῶν Α 24 post ἐπειδὴ expunxit καὶ I 26. 27 ὡς—ἐμάθομεν om. Α ἐν ταῖς Κατ.] c. 3 p. 1b11 cf. c, 5 p. 2a27 sq, 27 post αὐτὸ add. δὲ Α 28 συμπληροῦνται I 35 γὰρ τῷ om. Α 36 πᾶσα Α 37 σωκράτη I)
39
εἶναι· ἐπεὶ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ἕπεσθαι· τοῦτο γὰρ εἶπε καθ’ οὗ κατηγορεῖται· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρχει· οὕτε γὰρ ὁ Σωκράτης διαφορά ἐστιν, ἐπειδὴ τὸ λογικὸν τὸ κατὰ τοῦ Σωκράτους λεγόμενον, οὔτε δισύλλαβον, διότι καὶ τὸ ζῷον δισύλλαβον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει, ὅτι τῷ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου κτὰ συμβεβηκός ἐστιν. εἰ δὲ τὸν ἄνθρωπον συμβεβηκέναι τῷ Σωκράτει εἴπομεν, καταχρηστικώτερον τοῦτο λέλεκται ἀντὶ τοῦ ὑπάρχειν καὶ καταγορεῖσθαι αὐτοῦ· ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ τῶν πρός τι διδασκαλίᾳ κατὰ συμβεβηκὸς τὸν Σωκράτην ἄνθρωπον εἶναί φησιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι. κατὰ δὲ τὴν λέξιν εἰ μὲν τὸ ὁ Κορίσκος ἕτερον ἀνθρώπου ὡς ἴσον ληφθείη τῷ ‘ὁ ἄνθρωπος ἕτερον Κορίσκου᾿ σύνηθες δέ ἐστι τῷ Ἀριστοτέλει τοῦτο ποιεῖν καὶ πολλαῖς τοιαύταις ἑρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον. καὶ εἴη ἂν ἡ μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ ἔστι γὰρ ἄνθρωπος ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτερος. εἰ δὲ μὴ οὕτω τὸ χωρίον μεταληφθὲν ἑρμηνευθείη, ἀλλ’ ὥσπερ κεῖται ἐν τῷ ἐδαφίῳ γεγραμμένον ληφθείη, δύο συλλογισμοὺς ἐντεῦθεν μανθάνομεν, παριστῶντος τοῦ μὲν ἑνὸς τὸν Κορίσκον οὐκ ἄνθρωπον, τοῦ δὲ ἑτέρου τὸν Κορίσκον ἕτερον ἀνθρώπου. λέγοι δ’ ἄν καὶ ἑκατέρου μόνας τὰς ἥττους προτάσεις. καὶ ἔστι τὸ μὲν ὁ Κορίσκος ἕτερος ἀνθρώπου πρότασις τοῦ τοιούτου συλλογισμοῦ· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀνθρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωπος. τὸ δὲ ἔστι γὰρ ἄνθρωπος τοῦ ἑτέρου συλλογισμοῦ ἥττων πράτασις. ἔστι δὲ καὶ αὐτὸς τοιοῦτος· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος ἀνθρώπου. ὅμοιον τούτοις καὶ τὸ ἐφεξῆς παράδειγμα, πλὴν ἐν τούτῳ καὶ ἀμφότεραι αἱ προτάσεις ἐλήφθησαν· ἡ μὲν γὰρ εἰ Σωκράτους ἕτερος ἡ μείζων ἐστίν, ἡ δὲ ὁ δὲ Σωκράτης ἄνθρωπος ἡ ἐλάττων. καὶ ἔστι τοιοῦτον· ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος Σωκράτους. τὸ δὲ λέγειν ἕτερον [*](1 post εἶναι add. καταχρηστικῶς δὲ λέγομεν τοῦτο συμβεβηκέναι· ἀντὶ γὰρ τοῦ ὑπάρχειν καὶ κατηγορεῖσθαι αὐτοῦ ληπτέον τὸ τοιοῦτον. ἡ καὶ αὐτὸς—φησίν (12. 13) Α 2 πᾶσι om. Α 6 δὲ om. Α οὐκ a 9 ἡ (ante εἰ) a1 εἰ δὲ—φησιν (13) om. Α cf. ad vs. 1 11 λέγεται a 12 ἐν τῇ τῶν πρός τι διδ.] immo Metaph. Α 1 p. 981a19. 20 14 ἕτερος A(uT) 15 ὡς om. Α ὁ om. Α 16 τοῦτο ποιεῖν ᾇ om. A 17 χρᾶσθαι A: κεχρῆσθαι a ἄν om. a1 18 δὲ AKQR: om. al γὰρ ἐστὶν a 20 ἑαυτοῦ aA: αὐτοῦ 1 21 χωρίον a1 AI: χωρὶς a2 21. 22 ἐν τῶ βιβλίωι δύο συλλογισμοὶ γίνονται Α 24 ἀνθρώπου scripsi: αὐτοῦ al cf. vs. 30 et p. 38,14 λέγει a ἑκατέρου a: ἑκατέρων I 28 δὲ I: om. a 31 ἡ I: εἰ a 31. 32 σωκράτους a Arist.: σωκράτης I 32 δὲ alt. I Arist.: om. a 34 post σωκράτους alt. intulit e p. 40,1.2 ὁ γὰρ σωκράτης ἄνθρωπος a2 λέγων a1)
40
ἀνθρώπου ὡμολογηκέναι ταὐτόν ἐστι τῷ ‘ἕτερον Σωκράτους᾿ ὁ γὰρ Σωκράτης ἄνθρωπος. προστίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ πόθεν συμβαίνει τὸν Σωκράτην ἕτερον ἑαυτοῦ εἶναι· διὰ γὰρ τὸ συμβεβηκέναι, φησίν, οὗ ἕτερον ἔφησεν, εἶναι τοῦτον ἄνθρωπον. ὃ τοιοῦτον ἔχει τὸν νοῦν· ἐπειδή, φησί, συμβέβηκε τοῦτον, δηλαδὴ τὸν Σωκράτην, ἄνθρωπον εἶναι, οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε, τὸν καθόλου δηλονότι.

[*](p. 166b 37)

Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυριως.

Δεύτερος οὗτος τρόπος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. γίνονται δὲ καὶ ἐκ τούτου οἱ παραλογισμοί, ὅταν τὰ τῆ, ἤγουν ἡνωμένως καὶ ἅμα κατηγορούμενά τινος, ὡς ἀπλῶς τις, τουτέστιν ἰδίᾳ καὶ χωρὶς κατηγορούμενα λήψαιτο, καὶ τὸ ἀνάπαλιν. τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, οἷον τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ τὸ μου|σικόν, ταῦτα [*](f. 14v) οὐ δυνατὸν καὶ διῃρημένως καὶ συνημμένως κατηγορεῖσθαι, ἐπεὶ συμβεβήκασιν ἄμφω τῷ αὐτῷ· διὰ τοῦτο οὐδὲ ὁ σκυτεὺς ἀπλῶς ἀγαθός, διότι κατὰ συμβεβηκὸς τὸ ‘ἀγαθός᾿ τοῦ σκυτέως κατηγορεῖται. εἰ δέ γε ἀνεπισφαλῆ τις τὴν κατηγορίαν ποιήσασθαι βούλοιτο, τὰ οὐσιωδῶς κατηγορούμενα τοῦ σκυτέως, τὸ ζῷον καὶ τὸ δίπουν, ταῦτα δὴ ἰδίως κατηγορούμενα καὶ ἅμα κατηγορῆσαι δύναται. ἀλλ’ αὕτη μὲν ἡ χωρὶς γινομένη κατηγορία δυναμένη δὲ καὶ ἅμα λέγεσθαι. ἔστι δέ τις ἑτέρα κατηγορία, ἣ χωρὶς μὲν ἀληθῶς κατηγορηθήσεται, ἅμα δὲ ψευδῶς, ὡς ἐπὶ τοῦ Σίμωνως· κατὰ τούτου γὰρ κατηγορεῖται τὸ μὲν ‘σκυτεύς᾿ κατὰ τέχνην, τὸ δὲ ‘ἀγαθός᾿ κατὰ τὴν διαγωγὴν καὶ τὴν ἐν ἤθεσιν εὐτροπίαν· τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἰδίᾳ τούτου καταγορούμενα, τὸ ‘σκυτεύς᾿ καὶ ‘ἀγαθός᾿, οὐ δύναται καὶ ὁμοῦ κατ’ αὐτοῦ λεχθῆναι· εἰ γὰρ ἅμα κατηγορήσομεν, παραλογισμὸν ποιήσομεν ὡς ψευδόμνοι· οἷον Σίμων σκυτεὺς ἀγαθός, ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός, ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός. ἐψεύσμεθα τοίνυν, ὅτι ὁ Σίμων σκυτεὺς μὲν ἦν τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τοὺς τρόπους· τὰ γὰρ ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορούμενα τὴν ἀπάτην ἐποίησαν. πάλιν πρόκειται ἄνθρωπος τεθνεώς· διτταὶ φέρονται καὶ κατὰ [*](2 πόθεν aA: πόθου I συμβαίνειν a 4 ἕτερον ἔφησεν aAI(uT): inv. ord. Arist. post τοῦτον add. εἶναι Arist. τὸν om. Α 6 ἐν τῆ al: ἐπὶ Α τὸν al: τοῦτον Α 10 τρόπος οὗτος a 11. 12 ἤγουν τὰ ἅμα καὶ ἡνωμένως τινῶν κατηγορούμενα ἁπλῶς ὁ σοφιστὴς, ἤγουν ἰδίως καὶ Α 13 ἔλαβε Α 14 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 20b31 sq. 15 οἷον—μουσικόν om. Α 19 post ποιήσασθαι repetit τίς a 20 post δίπουν add. κατηγορήσει v 21 κατηγορῆσαι I: κατηγορεῖσθαι a 22 δυνάμενος a1 24 τούτου γὰρ I: inv. ord. a 29 κατηγορήσομεν a: κατηγορήσειε I 34 καὶ a: om. I)

41
τούτου κατηγορίαι, ἥ τε ‘ἄνθρωπος᾿ καὶ ἡ ‘νεκρός᾿ ἀλλὰ συνημμένως μὲν τὰ δύο ταῦτα ὀνόματα κατηγορῆσαι τοῦ ποκειμένου ἀνθρώπου νεκροῦ ἀνεπισφαλές, οὐ μὴν καὶ διῃρημένως. αὕτη πάλιν ἄλλη τίς ἐστι κατηγορία ἡ κατηγοροῦσα κατά τινός τινα ἅμα μὲν ἀληθῶς χωρὶς δὲ ψευδῶς. καὶ πάλιν κατὰ τῆς λιθίνης χειρὸς ὁμοῦ μὲν κατηγορῆσαι καὶ τὸ λιθίνην καὶ χεῖρα ἀληθές, διῃρημένως δ’ οὔ. ἐκ τῶν κατηγοριῶν οὖν τούτων οἱ παραλογισμοὶ οἱ παρὰ τὸ τῆ καὶ ἁπλῶς γίνονται, ὡς οὐ δεῖ γινομένων τῶν συμπλοκῶν· οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατογορεῖται, οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ’ ἐκεῖνα καὶ ἅμα καὶ ἰδίᾳ κατηγορεῖσθαι δύναται ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος. ὅτι δὲ ἁπλῶς λέγεται τὰ χωρὶς κατηγορούμενα, πῇ δὲ τὰ ὁμοῦ, καὶ ἐν τῷ Περὶ ἑρμηνείας περὶ τὸ τέλος τοῦ τρίτου τμήματος δέδεικται, ἐν οἷς φησιν “ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται καὶ καθ’ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἀπλῶς ἀληθές ἐστιν εἰπεῖν” λέγει γὰρ “ἁπλῶς” τὰ χωρὶς κατηγορούμενα, “τὶ” δὲ τὰ ὁμοῦ· οἷον ὁ Σίμων σκυτεύς ἐστιν ἀπλῶς, ὁμοίως καὶ τὸ ‘ὁ Σίμων ἀγαθός ἐστιν᾿ τὶ δέ, ὅπερ ταὐτόν ἐστι τῷ ὁμοῦ, τὸ ‘ὁ Σίμων σκυτεὺς ἀγαθός ἐστιν᾿ . ὀνομάζει δὲ τὶ ἢ πῇ τὴν σύνθετον κατηγορίαν, ὅτι καὶ τὸ τὶ μερικόν ἐστι καὶ πᾶσα σύνθεσις μερική, καὶ διότι ἡ σύνθετος κατηγορία μερικώτερόν ἐστι δηλωτικόν· τὸ γὰρ ζῷον λογικὸν καθολικώτερόν ἐστι τοῦ ‘ζῷον λογικὸν θνητόν᾿, ὥσπερ καὶ τὸ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου. παρὰ τὸ πῇ οὖν, φησί, καὶ ἀπλῶς εἰσι παραλογισμοί, ὅταν τὸ ἐν μέρει, τουτέστι τὸ ὁμοῦ λεγόμενον, ληφθῇ ὡς ἁπλῶς, τουτέστι χωρὶς δυνάμενον λέγεσθαι. οἷον κατὰ τοῦ Ὁμήρου λέγεται συνημμένως τὸ εἶναι ποιητήν· εἰ γοῦν τις ἰδίᾳ λαβὼν τὸ εἶναι κατηγορήσει τοῦ Ὁμήρου καὶ εἴπῃ ‘Ὅμηρος ἔστι᾿, ψεύδεται· πάλαι γὰρ τέθνηκεν· εἰ δ’ εἴπῃ ‘ὁ Ὅμηρος ποιητής ἐστιν᾿ ἠλήθευκε, τὸ ὁμοῦ λεγόμενον εἰς τὸ ἁπλῶς μὴ λαβών. τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τοῦ δοξαστοῦ τοῦ σοφίσματος ἀγωγή· λέγει γὰρ ὁ σοφιστής· οὐχὶ ὁ τραγέλαφος μὴ ὄν ἐστιν; οὐχὶ ὁ τραγέλαφος δοξαστόν ἐστι; τὸ μὴ ὂν | ἄρα ἔστιν. ὁ f. 15r συλλογισμὸς ἐν τρίτῳ σχήματι. τὸ σόφισμα δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν· οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναί τι καὶ ἁπλῶς εἶναι. καὶ γάρ, ὡς μικρὸν ἄνωθεν εἴρηται, καὶ ὁ Ὅμηρός ἐστί τι, οἷον ποιητής, ἀλλ’ οὐχὶ καὶ ἁπλῶς ἔστιν· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος. ἐπάγει δὲ καὶ ἕτερον [*](3 καὶ I: δ’ ἔτι a 6 ἀληθές scripsi: ἀληθῶς al 11 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 21a 29 —32 13 ἔνεστιν aA Arist.: ἐστίν Ι(e) 14 λέγονται a ἑαυτὰ aA Arist.: αὐτὰ I(f n) κατηγορεῖται a 15 ἀληθές ἐστιν Al: ἔσται ἀληθὲς a: inv. ord. Arist. 16 τί a1A, supra τῆ scriptum I: τί πῆ δὲ a2 17 τί δέ Α1 τί supra τῆ scriptura I): πῆ a1 τί πῆ δέ a2 20 δηλωτική Α 22 τοῦ ζώου μερικώτερον A 23 ὁμοῦ λεγόμενον aKQR: ὁμολογούμενον Ι post λεγόμενον add. ἤγουν ἅμα καὶ ἡνωμένως κατὰ τινὸς ὑποκειμένου a 24 δυνάμενον QR: δυναμένου Κ: ἀνὰ μέρος a: ἀναμένως (sic) I 25. 26 κατηγορήσει Al: κατηγορῇ a 26 <ὁ> ὅμ. couicio 27 ὁ om. 28 τὸ aA: τὰ 1 34 εἴρηται Ι: εἴρηκεν a)
42
παραλογισμὸν τὸν τὸ ὂν μὴ ὂν εἶναι λέγοντα. ἔστι δὲ καὶ οὗτος παρὰ τὸ πῇ καὶ ἀπλῶς· τὸ γὰρ τὶ μὴ ὂν καὶ ἁπλῶς φησιν εἶναι μὴ ὄν. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· οὐχὶ τὸ ὂν ἕτερόν ἐστιν ἀνθρώπου; οὐχὶ καὶ ἵππου καὶ βοὸς καὶ οὐρανοῦ καὶ γῆς καὶ ἀπλῶς πάντων τῶν ὄντων; ναί· τὸ ἕτερον τῶν ὄντων μὴ ὄν· τὸ ὂν ἄρα μὴ ὄν. λύει οὖν τοὺς τοιούτους παραλογισμοὺς διὰ τοῦ ἐπαγομένου· οὐ γάρ, εἰ μή ἐστι τὸ ὂν τὶ ὄν, οἷον ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, καὶ ἁπλῶς μὴ ὄν ἐστιν. καὶ πόθεν γοῦν ἡ ἀπάτη γίνεται; φήσειέ τις. διαλυόμενος δὲ καὶ τοῦτο λέγει φαίνεσθαι ἔλεγχον διὰ τὸ δοκεῖν ἢ μηδὲν ἢ μικρὸν διαφέρειν τὸ εἶναί τι τὸ ὒ εἶναι ἀπλῶς· τὸ γὰρ τὶ προσκείμενον μηδέν τι πλέον δηλοῦν οἰόμεθα τοῦ εἶναι. τὸ δ’ αὐτὸ γίνεσθαι καὶ ἐπὶ τοῦ μὴ εἶναί τι καὶ ἐπὶ τοῦ μὴ εἶναι· τὸ γὰρ μὴ ὄν τι καὶ ἀπλῶς μὴ ὂν οἰόμεθα. τοῦτο δ’ οὐκ ἔστιν· οὐ γάρ, εἰ μὴ τόδε τί ἐστι, καὶ ἀπλῶς οὐκ ἔστιν. ὁμοίως δέ, φησί, τούτοις ὁ παραλογισμὸς γίνεται, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς τις λαβὼν εἰς ἀντίφασιν περιαγάγῃ. οἷον εἴ τις ἔροιτο· τὸν τὰ δίκαια λέγοντα χρὴ καταδικάζειν ἢ τὸν τὰ ἄδικα; τί δέ, ὅταν ὑβρισθείς τις καὶ τυφθεὶς καὶ χρημάτων ἀφαίρεσιν ὑπομείνας εἶτα προσελθὼν τῷ δικαστῇ καὶ ἐλεεινολογούμενος λέγῃ ἃ πέπονθεν, οὐχὶ τὰ ἄδικα λέγει; δεῖ ἄρα τὸν τοιοῦτον καταδικάζειν. παρὰ τὸ πῇ οὗτος ὁ παραλογιμός· οὐ γάρ, εἰ πῇ ἄδικα, λέγει καὶ ἀπλῶς ἄδικα. τοιοῦτον καὶ τὸ περὶ τοῦ Αἰθίοπος· τὸ γὰρ πῇ λευκὸν εἶναι, οἷον κατὰ τοὺς ὀδόντας, λαβὼν λέγει καὶ ἀπλῶς εἶναι λευκόν. ἐπεὶ δέ ποτε οἱ ἐρωτώμενοι παρὰ τῶν σοφιστῶν στενοχωροῦνται περὶ τὴν ἀπόκρισιν, λέγει πῶς καὶ τοῦτο γίνεται. φησὶ γὰρ ὅτι ἐπὶ τινῶν μὲν οὐ λανθάνει ὁ παραλογιζόμενος, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς λεγόμενον λαμβάνῃ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ἐπὶ τὶ γὰρ ὄντος λευκοῦ ὡς ἀπλῶς ὄντος λευκοῦ ἔλαβε, καὶ οὕτω διαλεξάμενος ὁ σοφιστὴς οἴεται συλλογιστικῶς περᾶναι τὸ τὸν Αἰθίοπα εἶναι λευκὸν καὶ οὐ λευκόν. ἐπὶ τινῶν μὲν οὖν, φησίν, οὐ λανθάνει· ἐπὶ τινῶν δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ ἀπλῶς ἀκολουθεῖν. τοιοῦτον γάρ ἐστι τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἀπλῶς ἀκολουθεῖν᾿, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμ ἐπιορκεῖν καὶ εὐορκεῖν; οὐ δῆτα· τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὔωρκησεν; ἐνδέχεται ἄρα τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν. ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον σόφισμά ἐστι. παρὰ δὲ τὸ πῇ ὁ παραλογισμός ἐστιν· οὐ γὰρ ὁ κατὰ τὶ μὲν εὐορκῶν καὶ ἁπλῶς εὐορκεῖ· καὶ λανθάνει ὅτι οὐχ ἀπλῶς εὐορκεῖ ἀλλὰ πῇ. ἐπί τε [*](4 καὶ (post οὐχὶ) om. Α 5 post utrumque μὴ ὄν add. ἐστι Α 6 λύει—παραλογισμοὺς] παρὰ τὸ πῆ καὶ ἀπλῶς καὶ οὗτος ὁ παραλογισμὸς γέγονε. καὶ λύει τοῦτον Α 7 ante καὶ add. ἤδη Α 10 προκείμενον a1 15 περιαγάγῃ AI: περιάγῃ a 16 τὸν τὰ ἄδικα iterat Α 17 post τυφθεὶς repetit τίς I προελθὼν a1 18 λέγη Α: λέγει al 20 et 23 περὶ aA: παρὰ I 28 οὑν om. Α 29 μὲν πῆ Α δοκεῖν a 30 γάρ om. Α 33 ἐπιορκίζειν—ἐπιορκίσας—εὐόρκισεν a 35 δὲ Α: om. al οὐ γὰρ ΑΙ: οὐδὲ a ante εὐορκῶν add. ὁ a)
43
οὖν τούτων λανθάνει τὸ ἁπλῶς καὶ πῇ, καὶ δοκεῖ καὶ τὸ πῇ καὶ ἁπλῶς λέγεσθαι καὶ ἐπ’ ἐκείνων ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ καλεῖν· οἷον τὴν ἀνδρείαν λέγομεν καλὸν διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν, κακὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τὰς σφαγάς· ποτέρως οὖν χρὴ καλεῖν αὐτήν, καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ ἐπὶ τῶν τοιούτων τοίνυν λανθάνει πολλάκις ἐν ὅσοις ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα, ὡς εἴρηται ἐπὶ τῆς ἀνδρείας· ὁμοίως γάρ ἐστιν ἐν αὐτῇ τὸ καλὸν καὶ τὸ κακόν. ἀλλὰ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ· τούτου γὰρ τὸ μὲν ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ τοιοῦτον. οὐκ ἐπὶ τούτων δὲ μόνων γίνεται σαφὲς τὸ λεγόμενον, ἀλλὰ καὶ ἀφ’ οὗ φησιν αὐτὸς ἀλλαχοῦ ὑποδείγματος· ὅταν γάρ τι μέγεθος εἴη τῷ μὲν | πλάτει δίπηχυ τῷ δὲ μήκει τετράπηχυ, f. 15 ν ἔπειτα ἐρωτῴμεθα πότερον τοδὶ τὸ μέγεθος δίπηχύ ἐστιν ἢ οὔ, ἐπὶ τοῦ τοιούτου γοῦν οὐ ῥᾴδιον εἰπεῖν ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀναγκαζόμεθα ἢ ἄμφω δοῦναι καὶ εἰπεῖν καὶ δίπηχυ καὶ τετράπηχυ, καὶ οὐ διαλεκτικῶς ἀποκρινόμεθα· καὶ τὸ ναὶ γάρ φαμεν καὶ τὸ οὔ· ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον.

[*](p. 167a 21)

Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμός.

Ὁ τρίτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λεγόμενος, ὃς οὕτω λέγεται, ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ἑξῆς ὅσα ἄλλα ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου κεῖνται· ὁ δὲ κατασοφισθεὶς παρά τινος διά τι τῶν ἐν τῷ ἐλέγχῳ κειμένων τῷ κυρίως, οὗτος οὐκ ἠλέγχθη. ὅταν δέ τις ἐλεγχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος ληφθέντος καὶ τῶν ἄλλων ἁπάντων τῶν περὶ τοῦ ἀληθῶς καὶ κυρίως ἐλέγχου διοριζομένων, τότε δῆτα καὶ ἐλέγχεσθαι λέγοιτ’ ἄν καὶ εἰς ἀντίφασιν περιάγεσθαι. γίνονται δὲ οἱ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογισμοὶ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου· ὁ γὰρ παρά τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου σοφιζόμενος, ὡς εἰρήκαμεν, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογίζεσθαι λέγεται. ἢ τὸ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου τοῦτο δηλοῖ, ὅτι παρὰ τὴν ἔλλειψιν τοῦ συλλογισμοῦ. ἐπεὶ γὰρ καὶ ὁ ἔλεγχος ὡς συλλογισμός τίς ἐστι, καὶ ὥσπερ ὁ συλλογισμὸς ἐκ τῶν κειμένων ὀφείλει συνάγειν τὸ συμπέρασμα μὴ ὁμωνύμου τινὸς λαμβανομένου μὴ συναριθμουμένου τοῦ [*](1 τούτων ΑΙ: τούτοις a 2 post ἐκείνων add. καὶ a πότερον a 3 χρὴ supra δεῖ scriptum I λαβεῖν Α ἀνδρίαν Α post λέγομεν add. καὶ al: om. Α 5 λαβεῖν Α 7 ἀνδρίας Α ὁμοίως Α: ὁμοία al 8 τὸ prius Α: om. al 10 ἀλλαχοῦ] cf. p. 167a32. 33 12 ἐστιν om. Α 14 post τετράπηχυ add. ὅτε Α 18 ὁ prius al: om. Α 19 τοῦ ἐλέγχου AQR et om. τοῦ Κ: om. al 22 τι Α: τε I: τινος a 22. 23 ἐν τῶ κυρίως ἐλέγχω κειμένων Α 24 περὶ a: παρὰ AI 24. 25 ἀληθοῦς a 26 παράγεσθαι A 29 εἰρήκαμεν a: εἰρήκειμεν Ι: εἴρηται Α 31 ὡς AI: om. a 32 ὅπερ Α)

44
ἐξ ἀρχῆς, οὕτως καὶ ὁ ἔλεγχος ἔχειν ὀφείλει. ἀλλὰ δεῖ πρότερον πᾶσαν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν κατασκοπῆσαι. ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλομεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφείλομεν αὐτὸν ἑαυτῷ μαχόμενον ἀπελέγχειν καὶ τὰ ἐναντία ἀποφαινόμενον· τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, ὅταν περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ ἐναντία λέγῃ τις, οὐ περὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ φαίημεν Πλάτωνα μὲν διαλέγεσθαι Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν ἀντίφασιν ἐπήγαγε τοῦ αὐτοῦ καὶ ἑνός· οὐ γὰρ περὶ ἄλλου φησὶ πειρᾶσθαι προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον οὐ γὰρ ἔλεγχος τοῦτο) ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ. ὁμοίως τούτῳ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγαθὸν καὶ οὐδένα δαίμονα ἀγαθὸν οὐκ ἐλέγχει τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου τὸν λόγον συνεπεράνατο· δεῖ δὲ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἶτα ἐπεὶ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν διάφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε μὴ ὀνόματος ἀλλὰ πράγματος, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος· οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν· τὸ γὰρ μὴ ὀνόματος ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματος᾿ τέθεικεν. εἰ γὰρ ἓν ὄνομα ᾖ πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύδεται· οἷον κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ. ἐπεὶ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τὰ ἐναντία λέγοντα μὴ διαψεύδεσθαι ἀλλὰ καὶ ἀπὸ συνωνυμίας ἔστι γάρ τινα τἀναντία λέγειν καὶ ἀληθεύειν· οἷον ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν τινὰ δὲ μή), ἐπήγαγε καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοὐ αὐτοῦ καὶ ἑνὸς μήτε ὁμωνύμου μήτε συνωνύμου. κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης. ἔστιν ὅμοιον τοῦτο τῷ ἐν τῷ ὁρισμῷ τοῦ ἁπλῶς συλλογισμοῦ λεγομένῳ τῷ “ἐκ τῶν κειμένων ἐξ ἀνάγκης” εἰ γάρ τις πειρᾶται ἐλέγχειν τὸν προσδιαλεγόμενον μὴ ἐξ ὧν αὐτὸς ὁ προσδιαλεγόμενος δίδωσιν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχῇ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητουμένου εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. | ἔστι δὲ τὸ τοιοῦτον, ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, [*](f. 16r) μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος· ζητουμένου γὰρ τοῦ εἰ ἀθάνατος ἡ ψυχή, τὸ οὕτως εἰπεῖν, ὅτι ἡ ψυχὴ [*](1 ἔχειν ὀφείλει AI: inv. ord. a 6 καὶ prius supra lineam Ι1 7 λέγη Α: λέγοι al 8 ἔσται I: ἐστὶν a 9 an ἄλλου 〈καὶ ἄλλου〉? cf. vs. 7. 14 et 45, 14. 17 sq. 18 εἶναι δεῖ AI: inv. ord. a 19. 20 εἰ γὰρ—διαψεύδεται om. a1 20 τὰ ἐναντία a2 διαψεύσεται Α 21. 22 ὁμωνυ—συνωνυ I ἐξ ὁμωνυμίας post συμβαίνει τινὰ collocat Α 22 τινὰ om. a 23 τὰ ἐναντία Α 27 ἁπλῶς AI: ἁπλοῦ a λεγομένῳ] ω corr., ut videtur, alia manu I ἐκ τῶν κτλ.] cf. Anal. Pr. Ι 1 p. 24b19, Top. I 1 p. 100a26 28 πειρᾶται Α: πειρᾶτο I: πειρῶ a: fort, πειρῷτο 29 λεχθήσεται Α: ληφθήσεται al 34 μετωνομαζομένου a1 35 post ἀθάνατος add. ἐστὶν Α)
45
ἀθάνατος, καὶ ἑτέραν σὺν ταύτῃ ἐπαγαγεῖν πρότασιν κομιδῇ ἠλίθιόν ἐστιν. ὁ γοῦν τὸ ἐν ἀρχῇ βουλόμενος παραλαμβάνειν μεταλαμβάνει εἰς ἕτερον ἰσοδύναμον ὄνομα τῷ ζητουμένῳ καὶ οὕτως ποιεῖται τὸν παραλογισμόν· οἷον εἴ τις ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ παραλογισμόν· ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνατος κατὰ σέ. οὐκ ἐλέγχει ὁ οὕτως συλλογιζόμενος τὸν λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι, ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτος᾿ ταὐτόν ἐστι τῷ ἰὴ ψυχὴ ἀθάνατος᾿ . εἴρηται δὲ τῷ Ἀριστοτέλει περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τοῦτο, τί ποτέ ἐστι καὶ πῶς γίνεται, ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. δεῖ δὲ τὸν ἔλεγχον καὶ κατὰ τὸ αὐτὸ εἶναι. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ εἴη τὸ ἠρωτημένον, μήτε ὁμώνυμον μήτε συνώνυμον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν, ἀληθεύειν συμβήσεται· οἷον ὁ Αἰθίοψ λευκός, ὁ Αἰθίοψ οὐ λευκός, κατὰ μὲν τὴν ἐπιφάνειαν οὐ λευκός, κατὰ δὲ τοὺς ὀδόντας λευκός. δεῖ οὖν καὶ κατὰ τὸ αὐτό, ἵνα μὴ κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ αὐτό φησιν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον, εἰ μέλλοιμεν αὐτὸν ἐλέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ὁ γὰρ συλλογιζόμενος τὸν δύο διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέγοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτὸν καὶ ἕνα ἀριθμὸν δείκνυσιν αὐτὸν διπλάσιόν τε καὶ οὐ διπλάσιον ἀλλὰ πρὸς ἄλλον καὶ ἄλλον, πρὸς μὲν τὸ ἓν διπλάσιον, πρὸς δὲ τὰ δ΄ οὐ διπλάσιον. ἀλλὰ καὶ ὡσαύτως φησίν, ἤγουν μὴ τὸν μὲν τὸ δυνάμει λαμβάνειν, τὸν δὲ τὸ ἐνεργείᾳ διδόναι· οὐδὲ γὰρ οὐδὲ οὕτως ἔσται ἀντίφασις. ὁ γὰρ λέγων, ὅτι ὁ κοιμώμενος ὄψιν ἔχει, ὁ ἔχων ὄψιν ὁρᾷ, ὁ κοιμώμενος ἄρα ὁρᾷ, οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ᾿ δύο σημαίνει, τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. καὶ ἐν τῷ αὐτῷ δέ, φησί, χρόνῳ· τὸ γὰρ κατ’ ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. ὁ δὲ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ παρ’ Ἡσιόδῳ χρυσοῦ γένους ἀγαθὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀγαθόν, εἶτα συνάγων πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι οὐκ ἐλέγχει τὸν μὴ τοῦτο λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέντος ἀληθὴς ἄν ἦν ἔλεγχος, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων, ὅτι τὸ σκυλάκιον ὁρᾷ, τὸ σκυλάκιον οὐχ ὁρᾷ, οὐκ ἐν τῷ αὐτῷ χρόνῳ συνάγει τὴν φαινομένην ἀντίφασιν ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. ταῦτα δὴ πάντα [*](5 τὸ aA: τοῦ I συλλογίσεται οὕτως Α 6 ἄφθαρτον (post ψυχὴ) pr. I 10 τὸ AI: om. a καὶ a1aA: οὐ a2 11 ἀναλυτικῶν om. Α ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 16 p. 64b28 sq. 12 καὶ alt. aQR: om. I 17 κατ’ al: πρὸς A 18 τὸ alt. QR: om. al 19 an <δεῖ> δεικν.? at cf. vs. 24. 25 et 44,9 20 δύο a: om. I 22 τε a: om. I 24 ἤγουν a2I: ἡ a1 25 τῷ (post δὲ) a1 26 ἔσται Al: ἐστὶν a 28. 29 δύο γάρ τὸ ὁρᾶ σημαίνει· καὶ τὸν δυνάμενον ἐνεργεῖν, καὶ τὸν ἐνεργοῦντα Α 32 ἡσιόδου a 38 δεῖ Α)
46
εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι ἐθέλοντα μᾶλλον μὲν οὖν σπουδάζοντα] καὶ τὸν ἀπατῶντα ἐλέγχειν, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπουδακόσιν ἁλώσεται.

Καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰπὼν δὲ τίς ἐστιν ὁ κυρίως ἔλεγχος, κἀντεῦθεν δείξας ὡς οἱ κατὰ τὸν διορισμὸν τοῦ ἐλέγχου τούτου ἐλεγχόμενοι κυρίως ἐλέγχονται, ἑξῆς φησι κατὰ τὸν αὐτὸν δὲ τρόπον γίνεσθαι καὶ τὸ ψεύσασθαι περί τινος. ὥσπερ γὰρ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται, ὅταν τις εἰς ἀντίφασιν περιενεχθῇ τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος, καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει, ὅταν ἢ ὁμώνυ|μον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου [*](f. 16 ν) μάλιστα τοῦτο σαφηνίζει. ἔνιοι γάρ, φησίν, ἀπολείποντές τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οὐκ ἐλέγχουσι δέ. θέμενος δὲ τὸν ὁρισμὸν τοῦ ἐλέγχου τοῦ πρὸς ταὐτὸ καὶ τοῦ κατὰ ταὐτὸ τίθησι παραδείγματα· φησὶ γὰρ ὅτι φαίνονταί τινες ἐλέγχοντες, ὅταν λέγωσιν τὰ δύο διπλάσια, τὰ δύο οὐ διπλάσια· τοῦ μὲν γὰρ ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. καὶ τοῦτο μὲν ἔφησεν ἐνδεικνύμενος τὸ πρὸς ταὐτό· εἰ γάρ τις τὰ δύο διπλάσια τοῦ ἑνὸς ἀποδείξειε καὶ τοῦ αὐτοῦ πάλιν οὐ διπλάσια, τότε καὶ κυρίως ἐποιήσατο ἔλεγχον. τὸ δὲ παράδειγμα δεύτερον τιθέμενον εἰς ἔνδειξιν τοῦ κατὰ ταὐτὸ τέθεικεν. οὐ γὰρ οὐδὲ ὁ τόδε τὸ μέγεθος ἑτέρου λέγων εἶναι διπλάσιον καὶ οὐ διπλάσιον, κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον κατά μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδὲ οὗτος ἔλεγχον ἐποίησε· τότε γὰρ ἔσται ἄν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ διπλάσιον. τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν, εἴπερ ἀληθὴς ἔλεγχος μέλλει ἔσεσθαι ὁ τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς συνάξων, ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι. εἰ γὰρ τὸ αὐτὸ μὲν καὶ ἕν ἐστι τὸ πρᾶγμα, μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς, μήτε κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγοιτο, οὐ λαμβάνοιτο δὲ καὶ ἅμα, τουτέστιν ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ, φαινόμενος ἔλεγχος γενήσεται.

Ταύτα εἰπὼν καὶ τὸν ἔλεγχον τὸν ἀληθῶς ὅστις ἐστὶν ἀκριβῶς διορισάμενος ἐπάγει· ἕλκοι δ’ ἄν τις τὸν τρόπον τοῦτον τὸν σοφιστικὸν [*](1 θέλοντα Α μᾶλλον μὲν οὑν σπουδάζοντα aAI: οm. KQR 5 ὁ om. Α 6 δὲ om. Α 7 ψεύσασθαι Α Arist.: ψεύδεσθαι al cf. vs. 10 παρὰ I 8 post ὅταν add. δὲ al: om. Α περιενεχθῇ Α: περιενεχθείη al 10 post τὸ add. ψεύδεσθαι ἢ a 12 φασὶν Α ἀπολείποντες Α I(C): ἀπολιπόντες (sic) a: ἀπολιπόντες Arist. 14 et 17 πρὸς ταὐτὸ v cf. p. 45,18: πρὸς αὐτὸ al 14 τοῦ tertium a: om. I 16 τὰ δύο οὐ διπλάσια om. pr. I, add. I1 16. 17 διπλάσια—διπλάσια Arist.: διπλασίου— δίπλ’ I: διπλάσιον utrobique a 18 διπλάσια (post οὐ) scripsi: διπλάσιον a: διπλασίου I 19 παράδειγμα β a1: περὶ πόδας a2: παρὰ πο I 23 ἔσται ἄν I: ἐστὶν a 24 οὐ om. a1 26 πρὸς αὐτὸ a 27 μέλει, ut videtur, pr. I 32 εἶπον a 33 τις τοῦτον τρόπον τὸν σοφιστικὸν a)

47
παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων· τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει᾿ ἀμφίβολον· ἢ γὰρ ὅτι ἐνεργεῖ τῇ ὄψει, δύναταί τίς ὑπονοεῖν, ἢ ὅτι ἐνεργήσειεν ἄν.

[*](p. 167a 36)

Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως.

Ὁ τὸ ἐν ἀρχῇ λαμβάνων παραλογισμὸς τέταρτός ἐστι τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων, καὶ εἴρηται περὶ τούτου πρὸ βραχέος ὅπως γίνεται· προκειμένου γὰρ τοῦ προβλήματος τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος, λαβών τις τὸ ‘ ἄφθαρτος᾿ καὶ ‘ἀίδιος᾿ ὡς ἕτερα ὄντα καὶ μὴ ταὐτὰ τῷ ‘ἀθάνατος᾿ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παραλογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ἰὴ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον οὕτω πὼς λέγων ‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόπος᾿, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος᾿ οὐδὲν ἄλλο φησὶν ἢ ἱεῖ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος᾿ .