In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν.
Ὁ ἕκτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντές εἰσι παραλογισμοί· οὕτως δὲ λέγεται, ὅτι ἡ ποιὰ σχέσις τοῦ σχηματισμοῦ τῆς λέξεως αἰτία γίνεται τοῦ παραλογισμοῦ, καὶ ὅτι τὸ σχῆμα ταὐτὸν ὂν τοῖς μὴ ταὐτοῖς κατὰ τὴν φύσιν ταὐτὰ ταῦτα φαίνεσθαι ποιεῖ. οἷον τί φημι; τὸ παθητικὸν διὰ τὸ ὁμοιόσχημον εἶναι τῷ ἐνεργητικῷ ὡς ἐνεργητικὸν λαμβάνει ὁ σοφιστὴς καὶ παραλογίζεται, ὡς ἐπὶ τοῦδε· πότερον τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; ναί· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί; ναί· τὸ ἄρα μανθάνειν διδάσκειν ἐστί. παρὰ τὸ σχῆμα οὖν τῆς λέξεως λέγεται, ὅτι ἐσχημάτισται τὸ παθητικὸν εἰς τὸ ἐνεργητικὸν καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθητικόν, καὶ διότι τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δηλοῖ καὶ ἀμφότερα· παρίστησι γὰρ καὶ ἐνέργειαν τοῦ διδάσκοντος, ὁμοίως δὲ καὶ πάθος τοῦ διδασκομένου ἢ μᾶλλον εἰπεῖν γένεσιν, καθὼς ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φησί· τὴν γὰρ τοῦ μαθητοῦ τελείωσιν γινομένην παρὰ τοῦ διδασκάλου οὐ πάθος εἶναί φησιν ἀλλὰ γένεσιν μᾶλλον· εἰ δέ τις αἱροῖτο καὶ πάθος κατονομάζειν, οὐχ ἀπλῶς ἄν εἴη πάθος ἀλλὰ τελειωτικόν). κατὰ γοῦν τὸ ἐσχηματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητι | κῷ ὡσαύτως αὐτῷ f. 13r ἑρμηνεύεσθαι, ἢ τὸ ἀνάπαλιν· συμβαίνει γὰρ τὸν σοφιστὴν ἀπατᾶν τὸν προσδιαλεγόμενον, καὶ ὅταν τὸ ἐνεργητικὸν μὴ ὂν ἴσον τῷ παθητικῷ ὡς παθητικὸν λέγηται. τὰ δὲ σοφίσματα ὧν αὐτὸς μνημονεύει τοιαῦτά εἰσιν· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ καὶ τὸ θῆλυ ἄρρεν. ἢ πάλιν τὸ μεταξύ, ἤγουν τὸ οὐδέτερον τοῦτο [*](2 δι’ v: δίδομεν aAI 4 εἰς—ἑξῆς al: οὕτως ἀναγνῶ τίς, διδόμεν δέ οἱ εὖχος ἀρέσθαι, ὡς εἶναι τὸ διδόμεν ἀντὶ τοῦ διδόμεναι Α τὸ δο a: om. I 5 ἀπολύσει Α: ἀπολύσεις al 8 τῷ (ante εὖχος) a 13 σχέσις Α: λέξις al 14 τοῖς μὴ ταὐτοῖς Α: τοῦ μὴ ταυτοῦ al ταὐτά ταῦτα Α: ταὐτά I: ταὐτὸν a 15 ποιεῖ Α: πείθει al 20. 21 καὶ—παθητικόν om. a1 20 post καὶ add. ἀνάπαλιν a2 21 καὶ διότι iterat Α ἀμφότερα Al: ἀμφότερον a 22 post ἐνέργειαν add. τὴν I: om. aA 23 ante γένεσιν add. τὴν a ἐν τῇ Περὶ ψυχῆς πραγματεία,] II 5 p. 417b12 sq. 25 φησὶν Al: φημὶ a αἱροῖτο Al: ἐρεῖ τὸ a 26. 27 ἐσχηματίσται (sic) I 27 ταὐτὸ A 29 ἑρμηνεύεσθαι scripsi: ἑρμηνεύεται aAI 30 καὶ, quod ante μὴ add. I, transposui: om. aA)
Τῶν δὲ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά.
Εἴπομεν καὶ πρότερον ὅτι πάντων τῶν ὄντων εἰς φωνὰς καὶ πράγματα διαιρουμένων καὶ ἐν ἑκάστοις τούτων παραλογισμῶν γινομένων εἰπὼν ὁ Ἀριστοτέλης τοὺς ἐν ταῖς φωναῖς γινομένους παραλογισμούς, οὓς καὶ παρὰ τὴν λέξιν ἐκάλεσε, καὶ διαλαβὼν περὶ αὐτῶν ἀρκούντως, πῶς γίνονται καὶ πῶς συνίστανται μόνον ὕστερον γὰρ καὶ περὶ τῆς αὐτῶν ἐρεῖ λύσεως), νῦν καὶ τοὺς ἐκ τῶν πραγμάτων γινομένους παραλογισμοὺς τίθησιν, οὗς καὶ ὀνομάζει ἔξω τῆς λέξεως, διότι οὐχὶ ἡ λέξις κἀνταῦθα ἢ ἡ ταύτης σύνθεσις ἢ διαίρεσις ἢ ὁ ἐν τῇ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχημον τῆς λέξεως αἴτιον γίνεται τοῦ παραλογισμοῦ. διαλαβὼν δὲ καὶ πε|ρὶ τούτων, ὅπως τε γίνονται παρὰ τῶν σοφιστῶν καὶ συνίστανται, [*](f. 13v) προιὼν καὶ περὶ τῆς τούτων λύσεως ἐν τῷ προσήκοντι διαλήψεται. καὶ γοῦν πρότερον ἀπαριθμεῖται αὐτοὺς λίαν σαφῶς, πόσοι καὶ τίνες εἰσίν. ἑπτὰ μὲν οὖν οἱ πάντες· ὁποῖοι δέ, ἐν τοῖς ἑξῆς θεωρήσομεν. καὶ πρῶτος τῶν ἄλλων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός.