In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 165b 38)

Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν.

Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί· τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν· τὸ μὲν ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρῴην ἀνιστάμενον τὸ [*](1 καὶ a: om. I 3 χρῆσθαι I: κρᾶσθαι a 5 οὑν om. Α ἐλάττω a1 6 τοῦ AI: om. a 6. 7 ἀναγκαίου λαβὼν Α 7. 8 μάστιγες — φονεῖς om. Α 1) ἀγαθὸν prius I: ἀγαθοῦ aA εἴληπται om. A 9. 10 an συμπεπέρανται? 12 ἤγουν AI: ἤτοι a 13 φημι corr. e φησι I: om. Α 15 τὸ a 16 ἐστι al: om. Α 18 οὐχὶ alterum aA: οὐχ I 10 ὁ ἀετὸς Α: om. al 20 παραδείγματος a 21 ἱστάναι a 24 σοφισμῶν pr. m. I 27 ἑκατέρῳ a: ἑκατέρων I 33 φατέον aKQR: φατέ I)

26
δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι | ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει [*](f. 10r) ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγιαζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον. παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμφιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προιόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀοͅχ͂ιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα τοὐ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοὐ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστηκέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψευδές ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον, ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει.

[*](2 ἅμα a2: ἄλλα a1I 4 τούτου I: τούτω a 6 εἴρηται] p. 21,8sq. 7 προιόντες] p. 166 a 14 sq. 12 οὐ κεκώλυται I: οὐκ ἐκώλυτο a διὰ τοῦτο καὶ scripsi: καὶ διὰ τοῦτο a I 15 ἀνίστατο a Arist.: ἀνίσταται I 16.17 ἀνίστατο — ὑγιάζετο Arist.: ἀνίσταται — ὑγιάζεται al 17 κάμνοντα] κάμν corr. I ποιεῖν a Arist.: εἰπεῖν I 21 ἀμφότερον a1 27 πρὸ I: πρὸς a 28 post ταῦτα add. δὲ a 29 ὑγιάζετο a Arist.: ὑγιάζεται I 35 πρὸς delere quam ἀναγόμενοι (cf. vs. 28) aut προσκτώμενοι (cf. vs. 26) scribere malui 36 ἀνακτώμενοι λέγοιντο I: ἀνακτώμενος λέγοιτο a ὑγιάζετο a: ὑγιάζεται I)
27
[*](p. 166a 6)

Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τ',οὺς πολεμίους.

Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ’’· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον· γινώσκει ἄρα ὁ λίθος. πάλιν ἀρ’ οὖν ὁρᾷ ὃ ὁῥᾶ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ. ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῄς εἶναι ὃ σὺ | φῄς εἶναι; φῄς δ’ εἶναι λίθον· σὺ ἄρα φῄς εἶναι [*](f. 10v) λίθος. ἔτι καὶ τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῄς ὃ σὺ φῄς; ναί· φῄς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῄς σιγῶν. τὸ δὲ σόφισμα τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδαμῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα.