In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Ἔστι δ΄ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον.
Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια- ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοὐ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.
[*](2 post χρημάτων add. ἐρῶντα· καὶ τούτων Α ἀγωνιζόμενος a 8 φαινομένου add. v καὶ prius AI: ἐστὶν a 10 ἡ δοκεῖν I σοφιστὴς a1 12 ποιῶν Α 14 βεβαιοῦνται a μέχρι Α: om. aI 14. 15 ὁ Πρωταγόρας] immo ὁ Γοργίας, qui c. 2 p. 448 Α dicit καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν 15 περὶ a1 17 ἔργον om. Α 18 σοφιστῶν AI: σοφιστικῶν a 23 ἔργον ἐστὶ Α 24 εἴ που a2A: εἴπερ a1I 25 post ἀποκρίνεται add. ἀποκρινόμενος al: om. Α 29 ὡς μοναχῶς om. a1 λεγομένων a 30 τε I: om. a ὅ I: om. a 33 τὰ ἐναντία a ἀναμαρτήτως a: ἀναμάρτητα I)Ἔστι δ᾿ ὡς ἓν πρὸς ἕν.
Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοὐ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι | καὶ τὸ ἐρωτᾶν.
[*](f. 7r)Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφιστάὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία• ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων.
Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν.
Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ πρότερον ’πό σὰ εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λὁγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ [*](2 συνελόντα δ’ εἰπεῖν ὡς ἓν πρὸς ἓν ἔστι τὰ Α 3 et 4 ἔργον ἐστὶ om. A κυρίας Α: κυρίους a: κοινὰς Ι 6 τὰ ἄλλα a 7 τὸ ἓν πρὸς ἓν om. Α 7. 8 καὶ et ὀφείλει νοεῖσθαι. ὅτι om. Α 8 τέλεις a1: εἰς superscr., sequens μ in ras. Α1 12 an ἁρμόζει? 13 τούτου I: τούτοις a δεῖ I: δὴ a 14 δὲ a2: om. Α ἡμῖν a1 ἔστι τι Arist. τι om. C) 15 τοιοῦτον aA Arist.: τοιούτων I (f, pr. Β) ὅπερ AI: ὅπως a συνέστηκεν a ἐν om. Α 20. 21 ἐπιστημονικῶς Α: ἐπιστημονικῷ I: ἐπιστημονίαν a 22 post ἀγνοούμενον add. καὶ a 25 τούτου Α 28 δέ I: τε a 29 τὴν τῶν in ras., ut videtur, A1 30 τῶν λόγων om. Α 32 τῶν ἀριθμῶν A(i))
Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη.
Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπαριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλογισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀποδεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν <τοῖς> γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκευ διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλογισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζόμενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἀπλῶς ἕκαστος ἐξ οἰκείας ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς [*](1 post εἴδη add. τῶν λόγων, καὶ ἐκ πόσων τὸν ἀριθμὸν, ἡ τὸ μὲν πόσα ἀντὶ τοῦ πόσα ἔτῃ al: om. A 4 τὸ καὶ AI: inv. ord. a 5 στοχάζονται in ras., ut videtur, A1 6 ἁ superscr. I ἐρεῖ] c. 3 p. 165b12sq. 7 δύναμιν δ ex ν corr.) Ι: δύναται a λέγει scripsi: λέγειν al 8. 9 ἕξις κτλ.] Eth. Nic. VI 4 p. 1140a10 et 1139b31 10 δυνάμει I: δύναμιν a 13. 14 ἀπαριθμεῖται αὐτά ΑΙ: ἀπαριθμεῖ ταὐτὰ a 14 τὸ 0111. A ὁ λόγος ἐστὶν aA: inv. ord. I αὐτοῦ εἴδους Α 15 ἀναλεξάμενος A: ἀναδεξάμενος al ἀπορῆσαι AS: ἀπορίας Ι: ἀπορεῖν a 16 τέσσαρα aA 17. 18 οἱ ἀποδεικτικοί· εἰ γάρ A 18 ante ἐξ add. οὐκ A 20 ἡ alterum Α: καὶ al τοῖς alt. addidi cf. Top. I 1 p. 100b23 21 γνωρίμοις scripsi: γνωρίμων aAI συλλογίζονται — σημαίνει (22) om. a1 24 ληπτέον οὖν om. ἡ A 26 τίν λέγει τέσσαρα γένη A 27 διαφορὰν ante διὰ collocat Α 29 ἤγουν I: οἱ δὲ a 31 ἐκ τῆς A)
Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι.
Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προιόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγγόμενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν. ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθήσεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησάμενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον• οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σοlλοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὂ f. 8r λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην’ οὐκ ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν, εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν [*](1. 2 ὑγιές. φαινόμενοι δὲ οἱ κατὰ Α 2 εἰσὶν om. a1 2. 3 ἀγωνιστικοὶ — ἐριστικοὶ a1 3 λέγει oui. a1 9 εἰπὼν] c. 1 p. — 37 σοφιστικῶν Α: om. al 14 ἔλεγχος — σολοικισμὸς Α τὸ ποιῆσαι AI: πεποιῆσαι a1: ποιῆσαι a2 15 προιόντες] p. 165b18 sq. 16 ἀδολεσχῆσαι I Arist. 19 fort. ἐλέγχουσιν 20 τὸ om. a1 23 τοιοῦτόν I: τοιούτων a 25 αὐτῶν scripsi: αὐτοῦ al 27 δείκνυσι a 29 σωκράτης (post ἄρα) a1 31 ἄλλως Α ὡς ἄν εἰ Α 32 λυτικὸν post τοῦτο collocat Α 34 ἐστιν om. Α)
Tρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο.
Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἄν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων, καὶ ἔστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεων εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά, οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἀπλῶς ἢ μὴ ἀπλῶς ἀλλὰ τῆ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαορευόùενοζ-, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερόν δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι. [*](1 οὔτε μὴν ὁ σολ. σολ. om. Α post alterum quoque οὔτε add. μὴν al: om. AKQR 2 ἀληθῶς Α 4 οὔ — λέγειν (5) om. a^A 5 οὐ σιγῶντα λέγεις om. a- ἐλἐ- γχη a 6 σιγῶντα ^I’ σιγᾶν a post σιγῶντα delevit λέγειν I ὅτι AKQR: τὸ al 7 ἕκαστον εἶναι Arist.: ἕκαστον ἐστὶ aA: ἐστιν ἕκαστόν ἐστι (compend.) I 8 γὰρ om. a πρ̀οαιροῦντος Ι 12 δόξαντα Α 14 post εἰσὶ add. ἤγουν ε8ιη ^^ ἐλέγχου a^(T) 15 ἐκτίθεται τοὺς τρόπους Α 16 αὐτῶν prius om. Α εἶναι om. Α ἄν om. a’ 17 τὸν Α: om. al παραλαβὼν Α καὶ — ουατως al: ὥσπερ εἰ ἔλεγεν Α 18 ἒν om. a^ 21. 22 σύνθεσις — σχῆμα λέξεως al: καὶ τἄ λοιπὰ ἁ αὐτὸς λέγει Α 23 δὲ AKQR: om. al post μὴ add. τὸ a 27 ἀνωτάτη a: ἀντάτω I)