De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ γὰρ κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα ⟨ταῦ⟩ θεῖα καὶ ἡ τούτων εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ γενέσεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔσης δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν οὕτω γινομένων ἐμποδιζομένη διὸ ποτὲ μὲν ὡς ἐπὶ τὸ πλεῖστον μὲν γινεται τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης ἔχει. χώραν γὰρ ἐν [*](2 τε αὐτὸ Eusebius του γινομένων γινομένοις a2 ἀνάγκη a2 5 εἶναι om. a1 0 6 λόγον γινόμενα] ον γ in lit. V 7 ποιεῖ Cas. 9 γοῦν] γὰρ Lond 0 αὐτῶν Va¹: αὐτοὶ a2 10 τε] δὲ EO 11 ἢ] καὶ 0 11. 12 καθ’ εἱμαρμένην om. a2 14 ἡμεῖς om. a3 15 οὐκ a1 18 εἰ] ἢ a2 20 κατὰ φύσιν καὶ—εἱμαρμένον add. V 21 καὶ om. Cas. 22 οὐ—δέ] καθ’ εἱμαρμένην δὲ οὔ a2 Ο 24 αἴτια (ἔστιν δὲ ταῦτα ⟨τὰ⟩ scripsi: αἴτιασ ἔστι οδὲ ταῦτα V¹: αἴτια τάτε V²Ba¹: αἴτια Η: αἴτιά ἐστιν· οἱ δὲ αὐτὰ τὰ KE (pro οἱ δὲ: ἤτοι Sa2 Lond. (sed hic οἳ δ’) Cas.: αἴτια τὰ 0 ἡ] τὴν a2 25 εὔτακτον περιφορὰν a2 δὲ αἴτια λέγουσιν τὰ αὐτά V²a1 26 τὴν om. a1 τῆιδε sic V 27 τε om. a2 30 ἐμποδιζομένη ποτέ. διὸ μὲν] ὡς Diels ποτὲ μὲν] περ μὲν om. a2 O: post γίνεται coll. H 31 ἔχει del. V2: om. a1O)

170
αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας ἔξωθεν ἐμποδισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτ  ῆς. διὸ οὔτε ἐξ ἀνάγκης ἄνθρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν ὡρίσθαι δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον τῶν οὕτως γινομένων ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν ἔχει τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως τὴν οἰκείαν φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν γινομένων ἐν αὐτῷ κατὰ φύσιν τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν. ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης· ἱκαναὶ γὰρ ἐκκροῦσαι τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ τάς τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ ἀνθρώπων δαίμων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ φιλοκινδύνῳ καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό τε ἐν ἡδοναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν αὐτῷ γενόμενον ἐμποδίζῃ, τῷ δὲ καρτερικῷ κατὰ φύσιν αἱ τῶν πόνων ὑπομοναὶ καὶ αἱ κακοπάθειαι καὶ αἱ ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ [*](1 alt. καὶ infra versum V 1. 2 παρεμποδισθείσης a2 2 οὔτε] fortasse οὐδὲ 3 ἐξ s. v. V: om. a1 ὡς V²a¹²: οὐκ V1 ὥστε] ὅθεν a1 καὶ del. Diels 5 οὐκ ἀεὶ Schultess 0 τοῦ add. Lond. 0 6 τέχνην ⟨τοῦ παρὰ τέχνην⟩ coni. 7 ἔχοι a2 12 τὴν καταστροφὴν a2: αἱ ἀναστροφαὶ B² γοῦν] οὖν a2 ὁρῶμενβίους (18)] Eus. pr. ev. VI, 9. 270c 270d 13 τοῖον bis scripsi cf Al. De an.169,36: τοιὸν bis libri: τοιόνδε bis Eusebius ἐν ante φθοραῖς om. Eusebius a 14 καταστάσει Eusebii p. l. ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης Eusebius 15 πολλάκις τὴν Eusebius τοιάνδε a¹: τοιάνδε sic V: τοιὰν δὲ Lond.: τοιαύτην Eusebii p. l. a2 τάξιν] ἕξιν Εusebius τε om. Eusebius ἀέρων] βίων Eusebius 16 συμβουλίαι Eusebius κατὰ—τρόπον] οὕτως Eusebii p. l. 17 κατὰ 0 γινομένας] ἐν Eusebius 17,18 τάς τε om. Eusebius 18 τὰς om. Eusebius τοὺς om. Eusebius βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων Eusebius ἀνθρώπῳ Lond. 0 21 ἀκολούθους Lond. Cas. 0 φιλοκινδύνη a1 22 τὸ om. a2 23 γε om. Lond. 0 24 καταγῆν a2 ἂν μή] ἀλλ’ εἴ a²0 αυτῷ V 25 γενόμενον ἐμποδίζῃ scripsi coll. de an. 185,16: γενόμενον ἐκσείσῃ τῆς ⟨ἀκολασίας⟩ Diels: γενόμενος ἐκπισητησ sic V: γενόμενος ἐκ πίση τῆς a1 : γενόμενος ἐκπέσῃ τῆς H : γενόμενον ἐκστῇ τῆς H γρ. ESKa2 (sed γενώμενον a2) Lond. Cas.0 (sed τοῦ pro τῆς Cas. O) τῷ δὲ καρτερικιῷ addidi coll. de an. 185,29 (similiter 0 in adn.) 26 αἱ ἐν τοῖς ES: ἐν τοῖς a2O: μεν τοισ V: μεν τι τοῖς 2: μέντοι τοῖς Ha)
171
πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδικίαις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου δὲ καταστροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου καὶ καθ’ εἱμαρμένην περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον, μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων καθ’ εἱμαρμένην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ εἱμαρμένης ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου δόξα.