De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

[*](ΙV) αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις. ἀπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινος χάριν γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα (ὁποῖά ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται), ἃ ὅτι μὲν γίνεται καὶ αὐτὰ γνώριμον, οὐ μήν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν. [*](1 δ’ Eusebius B2 Lond. 0: γὰρ Va¹2 γένοιτο Eusebius 1. 2 γινομένων] εἰρημένων a1 δὴ Eusebius O: γὰρ libri 3 δὲ Eusebii p. l. Cas.: δὴ libri ὡς om. Cas. 5 τὸ om. a2 7 τούτῳ γενόμενον om. a2 γινόμενον Lond.0 8 εἶδός ἐστιν Eusebius δισκεῦον a1 Eusebius ἀκοντίζον a1 Eusebius 9 μόνον Eusebius 10 γὰρ supra versum V ἐστιν—τῶν] ἀλλ’ ἔστιν οὐδενὸς τῶν Eusebius δευτερεῦον Eusebii p. l. 10.11 τέλος] γένος Eusebii p. l. 11 γεγονός ἐστι Va¹²: γέγονε τουτέστιν Eusebius (γεγονέναι τ. D) εἴς] εἴ Cas.: del. B² θεοὺς scripsi: θεὸν Eusebius O: τινος libri 12 τῆς τοιαύτης Eusebius οὐδ’ ἂν] οὐ γὰρ V1 (corr, V2) 13 αἰτίων τῶν τοσούτων a2: τούτων τῶν αἰτίων τοσούτων Lond. 14 ποιητικοῖς V1 γρ. a¹2: τοιούτοις V1 15 σώζουσαν] ωζ in lit. V τῇ τοῦ Eusebius 16 τέχνῃ Eusebius 17 τὸν om. a1 18 δεῖ] δὴ Eusebius ἄλλως Eusebii cod. B 19 δὲ Cas. 21 λέγειν V1 (corr. V2) καὶ τέλος om. a2 22 γὰρ om. Eusebius: γε coni. 0 οὐ om. Eusebii cod. B πρόθεσιν] προαίρεσιν Eusebii cod. S ὑπὸ om. Eusebius 23 ἐπὶ] ἐπεὶ a2 23. 24 τοιαῦτα ὁποῖα] τοιαῦτα οἷον Εusebius: ὁποῖα B² 24 καρφῶν Eusebius a2: καρπῶν Va1 25 ὁμοίως γίνεται Eusebius: ὁμοίως (ὅμοια γρ. H) γίνεται ἃ VHa1 Lond.: ὅμοια a2: ὅμοια ἃ K: ὁμοίως γίνεται ἃ ⟨γὰρ⟩ Ο διότι Diels (cf. Ind. Arist. p. 200b49; Doxogr. p. 742) μὲν οὖν a2: μὲν γὰρ Eusebius 26 τὸ om. 0 τίνος Va¹: τινὸς a2: τὴν οὗ Eusebius)

168
τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ὧ γενόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδών γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὐτοῖς καὶ τῆς γενέσεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ ταὐτομάτου γίνεσθαι πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ τέλους γινόμενον τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον.