De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ταῦτα ὑμῖν, ὦ θειότατοι αὐτοκράτορες. τῆς Ἀριστοτέλους δόξης περί τε [*](ΧΧΧΙΧ) εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν κατ’ ἐμὴν δόξαν τὰ κεφάλαια, καθ’ ἣν δοξάζοντες εἴς τε θεοὺς εὐσεβήσομεν, τὰ μὲν εἰδότες αὐτοῖς χάριν ἀνθ’ ὧν φθάνομεν ὑπ’ αὐτῶν εὖ πεπονθότες, τὰ δὲ αἰτούμενοι παρ’ αὐτῶν ὡς ὄντων καὶ τοῦ δοῦναι καὶ τοῦ μὴ κυρίων· ἐσόμεθα δὲ καὶ περὶ τοὺς ἡμῖν ὁμοίους ἄρχοντας εὐχάριστοι ταῦτα πράττεται εἰς ἡμᾶς τε καὶ ἡ περὶ --- ὑμῶν οἰκεία προαίρεσις πράττειν ὑμᾶς αἱρέσει τοῦ βελτίονος καὶ τοῦ περὶ τὴν κρίσιν αὐτοῦ φροντίζειν ποιοῦντας ἃ ποιεῖτε, ἀλλ’ οὐ προκαταβεβλημένοις τισὶν αἰτίοις ἑπομένους, οἷς ἀναγκαῖον ἕπεσθαι ᾗ ἂν ἐκεῖνα ἄγῃ. ποιησόμεθα δὲ καὶ ἀρετῆς ἐπιμέλειαν ὡς ὄντες αὐτοὶ κύριοι τοῦ βελτίους ἢ χείρους γενέσθαι. τούτων γὰρ μόνων κύριός τις, ὧν καὶ τοῦ μὴ πράττειν αὐτὸς ἔχει τὴν ἐξουσίαν --- καὶ τὰ ἄλλα δὲ ὅσα πράττομεν κατὰ τὸν βίον ὅτι μόνως εὐλόγως πράττειν ἂν δοκοῖμεν, εἰ κατὰ τὴν Ἀριστοτέλους δόξαν περὶ αὐτῶν ἀποδιδοίημεν τὰς αἰτίας, ἃς διὰ παντὸς ἐπειράθην ὑμῖν παραστῆσαι τοῦ λόγου.
[*](1 τε] σε a2 1. 2 ὅσοις ἄλλοις 0 2 λόγοις 0 ἐπὶ πλέον] ἐπιπόλαιον Schwartz bene 3 ἀλλ’ om. 0 5 ὑμῖν HB (sed ῖν in lit. B): ὑμεῖς Va¹2: μὲν ὑμεῖς K: ἡμῖν ES 6 δόξαντες 0 8 pr. οὐτων V 9 καὶ του V κυρίων B² Cas. Lond.: κυρίους Va 12: δοῦναι κυρίοις ES (sed κυρίων s. v. S) δὲ—ὁμοίους] δὲ περί τε ὑμᾶς καὶ περὶ τοὺς ὑμῖν ὁμοίους Cas. 0 ὑμῖν Lond. ὁμοίως 10 οὐκ ἀχάριστοι τοιαῦτα πράττεται ὑμῶν εἰς ἡμᾶς καὶ ἡ περὶ ἡμῶν οἰκεία Cas. ταῦτα ⟨γὰρ⟩ Ο πράττοντας Lond. 0 ante ταῦτα B² in mg.: νομίζοντες ἃ περὶ ἡμῶν τε καὶ τὴν ἡμετέραν πρό ποιεῖτε εἰς— ὑμῶν] εἰς ἡμᾶς ἃ ποιεῖ ὑμῶν Lond. 0 τε om. ES lacunam indicavi 11 ὑμᾶς] ἡμεῖς K: ἡμᾶς a2 αἵρεσις ES: αἱραίσει a1 alt. τοῦ] τῷ 0 αὐτῶν B² 12 φροντίζειν sic V ποιοῦντες ES ποιεῖτε] ποιεῖται V1 (corr. v. c.) καταπροκαταβεβλημένοις VH 13 ἕπεσθαι γρ. ἄγεσθαι H: ἄγεσθαι ES 15 μόνον Cas. Csasp. 0 ὧν 0: ὢν libri τοῦ om. Casp. 0 αὐτὸς] αὐτὰ Lond. 16 lacunam indicavi ὅτι] οὕτω B2 17 πράττειμεν ἂν a¹² 17. 18 αὐτῆς a¹2 18 ἃς add. HB2ES δια V ὑμῖν (ὑ in lit.) V: ἡμῖν a12)