De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

μηδὲ ἐκεῖνο δὲ ἡμῖν [*](XXI) ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην ἢ μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινομένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον ἂν γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν.