Ὀτι μὴ πάντες ὰγνοίᾳ τοῦ κακὰ εἰναι καὶ βλαβεπά, ἃ πράττουσιν, ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι μαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὐτοὺς πράττοντες, οὐκ ἀγνοοῦν τες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὐτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρτάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν [*](1 alt. δὲ V1 in mg. 3 οὕτε γένος Ba Sp.: οὐ γένος V 4 ante οὔτε titulum iterat Ba Sp. οὔτε] οὐ B²a Sp. 6. 7 γε οὕτωσ V: τε sa Sp.: fortasse δὲ οὕτως 7 εἰδῶν οὕτως τἆλλα θa Sp. 8 ἀναιρουμένης] ης s. v. in lit. V 9 ἐν] εῖναι coni. Sp. bene 10 ἀποφρονήσεωσ V οὐκ ἂν] υκ ἂν in lit. V εἴη] η add. v. c. V 17 τῆς ἀρετῆς coll. post κατηγορεῖσθαι Ba Sp. 19 εἴη] η add. v. c. V ἐκείνη a 20 οὐ punctis notat B: om. a 21 τελείαν Sp. 22 τι a Sp.: τισ (ι in lit.) V 25, 26 δτι-πράττουσιν add. Ba Sp. 27 ἀνασκησίαν] ἀναισθησίαν Vict. Sp. 28 αὐτοὺς Sp. 30 ἐπικαλοῦνται B2a Sp.: ἐπικαλοῦσιν V ἔχονται a)
129
οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς ὡς τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντάπασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὐτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), κανὴ δὲ καὶ ἡ κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελτίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοινῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα, δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὐτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομένους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιάζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων γενόμενοι μήτε αἰδοῦνται αὐτοὺς
--- τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὐτοῖς εἶναι κακά. αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν μαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ώφέλιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὐτῶν ἐν ἕξει γενομένοις μοχθηρ τὰ τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐἐρῶντες
[*](1 ἐρωτῶντες sic V: ἐρωτῶντες B1 ὡς addidi: ἐστὶ καὶ add. B2a Sp. 6 εἰσιν (εἰσιν V)] ἴασιν coni. Sp. fortasse recte πεπεισμένοι μὲν βλαβήσεσθαι B2a Sp. εἴκοντες δὲ τῇ aSp. 8 αὐτήν] ην in lit. V 9 ἔννοιαν] εὖνοιαν a Sp. 10 ἀ| νεννόητοι (νεν in lit. V οἱ μηδέπω B Sp.: οἱ μὴ δέπω (μὴ s. v.) V: ὅρμη δέπω a 15 κοινὴ] ὴ in lit. V 17 τούτοις Sp.: τούτους libri 19 ὰμαρτήματα] tert. α in lit. V 20 ὅτι] ο in lit. V δὲ μὴ corr.e μὴ δὲ V: δὲ μὴ δὲ Ba Sp. βίη] β in lit. V 21 αὐτοὺς αἰτίους⟩ Θiels 22 ὀργ ἴκὰ (κὰ in lit.) sic V 23 προαιρουμένους] pr. υ in lit. V 24 εῖεν] νin lit. V εὶ] οἱ Vict. 25 αὑτοὺς Sp.: αὐτοὺς V: om. a τῶν κακῶν φρονοῦσιν VFB1 s1: Sp.) νόμων καταφρονοῦσιν, τὰ κακὰ οὐχ ἡγούμενοι εἶναι κακά B²S²a Sp. 27 αὐτοῖσ V αὐτοὶ Ba Sp.: αὑτοὶσ V: αὐτοις FS ὅτε γ’ ἦν Schwartz: ὅτε μὴν VBFS¹: εἴ γε B2a Sp. 28 τὸ μὴ πράττειν B2a Sp. δι’ ἃ γεγόνασιν scripsi: διαγεγόνασιν VB¹B¹F: ἂν διαγεγόνασιν B²S²a Sp. 31 μοχθηρᾷ Schsartz: μοχθηρὰ VFB¹S¹: αλρετὰ B²S2a Sp. τὰ delevi) 130
τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὐτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι, δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕ| τως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὐτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐτοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινόμενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα οὐ βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν μαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε ⟨τὰ> διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλόγως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας αὐτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὐτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὐτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’ ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἡ δι ἄγνοιαν ἢ βίᾳ.
Εἰ ἐν τοῖς φύσει γινομένοις ἐστίν τι, οὖ χάριν τὰ οὕτως γινόμενα γίνεται, [*](1. 2 δι ἣν] δ’ ἦν a 6 εὶ] fortasse καὶ ὅτε Diels, cf. 29,27: ὅτι libri ἠμέλουν V 13 ἡ δι’—οὐ βίᾳ (15)] om. Ba Sp. del. 14 fortasse ⟨ποιοῦμεν οὔθ’ ἃ δι’ ἄγνοιαν⟩ ποιοῦμεν 15 οὐ del. v. c. V βίᾳ—ἁμαρτανόμενα (16) V in mg. 16 τὰ add. B²SFa Sp. 17 ἁμαρτανόμενα] ἀμαρτανόμεῦ |V 20 αὐτοτσ V εῖεν] εἴη Sp. 22 ἀγαθα V οἱ δὲ] οῖ δὲ V 24 ὑπολήψεις] εἰ in lit. V ἀεὶ] δὴ a 27 ἐπεὶ τὰ a 30 αὑτοῖς VB: αὐτοὶ a Sp. 32 ἀκού| σίον V 35 γινόμενα] ινο in lit. V)
131
τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμειω ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γένοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρεταὶ τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει.
Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογικὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ σιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολλαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ [*](6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’ ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S² in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται] sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1 αὐτῷ V)
132
τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφοτέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ ἤδη δυναμένων. οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα καὶ ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ ἄγνοια ἢ γνῶσις τῶν καθέ κάστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον ὄν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ μὲν γὰρ ἦν τὸ μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο, ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. τότε γὰρ διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς λεγομένου ὄν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς λέγεται, ὅτι πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν ἐλέγετο πολλαχῶς.
“Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οῦ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμμβαλλομένου τοῦ βια σθέντος’’. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλε ταί ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπών μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντος’, ἀλλὰ ἀντὶ τούτων εἰπών τοῦ βια σ θέντος. ποτὲ μὲν πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ βιασθεὶς ἔπραξεν’ καὶ ‘βίᾳ ἔπαθεν’ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὖ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὐτῷ, οὖ χάριν ὑπὸ τοῦ βιαζομένου βιάζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκειται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, βιάζεται, αὐτῷ δὲ οὐδέν. οἱ δὲ [*](2. 3 ἀμφοτέροις] ἀμφοτέρας a 7 ὑπὸ] ἐπὶ aSp. 10 τῷ BSaa Sp.: τοῦ VB¹S 14 ὄν om. aSp.· 16 τῷ] τὸ a 18 titulum ea form reddunt Vict. et Sp. quas exstsat in tabula ἐκ τοῦ τρίτου] Eth. Nic. Ill, 1. 1110b 15 21 ἐν B2: in lit. Vict.:? ἐν ἡ VB¹aSp. 22 ἐν τοῖς ἔμπροσθεν] th. Nic. III, 1.1110a2 23 μεταβαλῶν ,vir doctus in e,emplo bitbl. univ. Monac.“ Sp. 24. 25 μὲν γὰρ πράττειν aSp. 25 λεγο |μὲν (υ sive ου supraν v. c.?) V 28 τοῦ sic V 29 πράττει 8 B² Vict. Sp.: πράττειν ὃ VFa αὑτοῦ V 30 ἢ ὡς a 31 αὐτῷ aSp. 32 πράττον ἡ V: πράττοντι SΒ (ante τέλος rasura) a Sp.: fortasse καὶ ⟨τοῦ⟩ τοῦτο πρ άττεῖν τέλος 23 ὃν om. aSp. βιάζεται addidi)
133
πάσχοντες τὰ βίαιά εἰσιν, ὧν ἔξωθέν ἐστιν ἡ ἀρχὴ ἡ ποιητική, μηδὲν εἰς τὸ γινόμενον τοῦ πάσχοντος συμβαλλομένου τε καὶ συμπράττοντος, ὡς ἔδειξεν γινόμενον ἐπὶ τῶν πλεόντων, ὅταν ὑπὸ πνεύματός τινος ἐξωσθῶσιν, καὶ ὑπὸ τῶν κυρίων ὄντων καὶ ἀγόντων τοὺς ἡττημένους, ὅπῃ ἂν αὐτοῖς δοκῇ. οὐκ εἴ τις δὲ βιαζόμενος ὑπό τινος κινήσαι τι τῶν ὀργανικῶν μορίων κίνησίν τινα, ἢ συντελεῖ πρὸς τὸ γινόμενον βίᾳ, οὖτος ἤδη συμβάλλοιτο ἂν ἡ τοῦ πρὸς τὸ γινόμενον βίᾳ (οὐ γὰρ εἰ ἀπωσθεὶς ὑπό τινος κινήσας τὰ σκέλη ἐμπέσοι τινὶ ἢ καταβάλοι τι, ἤδη ἂν λέγοιτο συντελεῖν πρὸς τὸ γινόμενον), ἀλλ’ εἰ μὲν κατὰ τὴν οἰκείαν ὁρμὴν καὶ πρόθεσιν ποιήσαι τοῦτο, εἴη ἂν συντελῶν· εἰ δὲ κατὰ συνήθη τινὰ καὶ φυσικὴν μεταφορὰν τῶν σκελῶν κινηθείη, οὐκέτι, ὅπερ εἶπεν καὶ Ἀριστοτέλης διὰ τοῦ καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύαταις πράξε σιν ἐν αὐτῷ ἐστιν. ὁ γὰρ ἐκ τῆς νεὸς τὰ φορτία ταῖς αὐτοῦ χερσὶν ἐκβάλλων εἰς τὴν θάλασσαν διὰ τὸν κίνδυνον, οὐχ ὅτι κινεῖ τὰς χεῖρας ἑκὸν ποιεῖ, ἀλλ’ ὅτι προελόμενος τοῦτο ποιῆσαι, οὕτως αὐτὸ ποιεῖ, οὐκέτι (δὲῶ οἱ δι’ ἡδονῆς τι ποιοῦντες βίᾳ, ὅτι αὐτοὶ ποιοῦσιν ἃ ποιοῦσιν διὰ τὴν ἡδονήν, ἀλλ’ οὐκ ἔξωθεν τὸ ποιοῦν ἔχουσιν· τὸ γὰρ ἡδὺ ὡς τέλος καὶ σκοπὸς αἴτιον, ἀλλ’ οὐχ ὡς τὸ ποιοῦν.
Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ. ἐφ’ γίνεται, καὶ οὐκ ἔστιν ἡ μὲν ἡδονὴ ὁμοειδὴς πᾶσα, κατὰ τὸν ἀριθμὸν μόνον ἄλλη ἄλλης διαφέρουσα, τὰ δὲ ποιητικὰ τῶν ἡδονῶν διαφέρει, ἀλλ’ εἰσὶν καὶ αἱ ἡδοναὶ ὁμοίως ἀλλήλων διαφέρουσαι, ὥσπερ καὶ τὰ ποιητικὰ αὐτῶν, ἐναργῶς ἔδειξεν Ἀριστοτέλης διὰ τοῦ δεῖξαι τὰς οἰκείας ταῖς ἐνεργείαις ἡδονὰς συναυξούσας τὰς ἐνεργείας, ἐφ’ αἷς γίνονται. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ γεωμετρίαν ἐνεργείας, καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν, ὡς ἔχουσαι πρὸς αὐτὰς οἰκειότητα καὶ διαφέρουσαι ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται. εἰ γὰρ ἤσαν αἱ ἡδοναὶ αἱ αὐταί, οὐκ ἂν ἥδε μὲν τάσδε, ἥδε δὲ τάσδε τὰς ἐνεργείας συνηῦξεν. οἷς μὲν γὰρ ἀθροίζειν χρήματα πρόκειται, δι’ ὧν ἐνεργειῶν ἡγοῦνται δύνασθαι τοῦτ’ αὐτοῖς περιγενέσθαι, ταύτας ἐνεργοῦσιν, καὶ δι’ ὧν πλεῖον, μᾶλλον, ὡς ὄντος [*](3 ἔδειξεν] cf. l. c. 1110a3 ὑπὸ] ὁ in lit. V 4 ὑπὸ] ἐπὶ Sp. 6 οτος a Sp.: οὕτως libri 7 ἡ τοῦ om. aSp.: δι’ αὐτοῦ Diels καταβάλοι Diels: καταβάλλοι 1ibri 8 κηνήσασ V 10 ποιήσαι Diels: ποιήσει a Sp.: ποιήσῃ V συνήθῇ sic V 11 εἶπεν] ic. Eth. III, 1.1110a15 14 κινεῖ] ι in lit. V 16 δὲ add. B²S2 Sp. δι’ ἡδονῆς] διὰ ἡδονὴν aSp. 19 titulum eaforma qua exstat in tabula reddunt s² Vict. Sp. 21 κτὰ sic V 23 ἐδειέεν] t. Vic. K,5. 1175a 20sqq. 24 ἐφ’ ας γίνονται add. ante ἡδονὰς F8aa Sp. συναυξομένας FS1 25 τὰς ἐνεργείας B2a Sp.: ταῖς ἐνεργείαις VB9 26 ἡ addidi τὰς — (28) γίνονται om. S1 28 ταὐτὰ 2 Vict. Sp.: τ’αῦτὰ V: ταῦτα SFa ἐνεργείαις] ἡδοναῦς Vict. 31 περιηίιεδαι a Sp.)
134
τινὸς ἑνὸς καὶ τοῦ αὐτοῦ τῶν ἀδιαφόρων ἐνεργειῶν περιγινομένου. διὸ οἱ αὐτοὶ διὰ τῶν διαφόρων κτῶνται τὰ χρήματα, καὶ οὐδὲν μᾶλλον διὰ τῶνδε ἢ τῶνδε, ἅ ἐστι κτημάτων τε καὶ πλούτου περιποιητικά. ἐπὶ δὲ τῶν ἡδονῶν οὐχ οὕτως. οὐ γὰρ ὡς ἀπὸ πάντων τῶν ποιητικῶν ἡδονῆς τῆς αὐτῆς περιγινομένης ἡδονῆς, δι’ ὧν μάλιστα γίνεται ταῦτα, ζητοῦσιν, ἀλλ’ ὡς ἄλλων οὐσῶν τῶν ἐπὶ διαφόροις γινομένων ἐνεργείαις τὰς ἐπὶ ταῖσδε γινομένας αἱροῦνται, καὶ λυποῦνταί γε καὶ ἄχθονται ταῖς ἀπαγούσαις αὐτοὺς ἀπὸ τῶνδε τῶν ἐνεργειῶν ἐνεργείαις τε καὶ ἡδοναῖς, ὡς ἐμποδών γινομέναις ταῖς προκειμέναις αὐτοῖς ἡδοναῖς διὰ τοῦ τὰς ἐνεργείας ἐμποδίζειν, ἐφ’ αἷς γίνονται. φθαρτικαὶ γὰρ ἀλλήλων, ὥσπερ ἐνέργειαι, ἐφ’ αἷς ἡδοναί, οὕτως δὲ καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. καίτοι, εἰ ἤσαν ὁμοαἱ ἡδοναὶ πᾶσαι, καὶ τὰς ἐνεργείας ἠρούμεθα τῶν ἡδονῶν χάριν. ἧκαν ἂναἱρετώταται ἐνέργειαι αἱ μαλιατα ποιοῦσαι τὴν ἡδονἡν. εἰ δ’ οὐκ ἀπὸ τῆς γινομένης ἡδονῆς ἡ τῶν ἐνεργειῶν τῶν ποιητικῶν αὐτῶν κρίσις, ἔμπαλιν δὲ ἀπὸ τῶν ἐνεργειῶν τὰς ἡδονὰς κρίνομεν, οὔτ’ ἂν διὰ τὰς ἡδονὰς αἱ ἐνέργειαι τὸ αἱρετὸν ἔχοιεν, οὔτε ὁμοειδεῖς ἂν εἶεν ἀλλήλαις. ἔτι δέ, εἰ ὃ ποιοῦμεν ἐφ’ αἷς λυπούμεθα ἐνεργείαις (παυόμεθα γὰρ τοῦ ἐνεργεῖν αὐτάς), τοῦτο ποιοῦμεν εἰς αὐτάς, ὅταν ἡδώμεθά τισιν ἄλλαις ἐνεργείαις, δῆλον ὡς οἰκεῖαι ταῖς ἐνεργείαις αἱ γινόμεναι ἐπ’ αὐταῖς ἡδοναί. ἔτι τοῖς μὲν σώφροσιν αἱ αἰσχραὶ ἐνέργειαι λύπην φέρουσιν, ἡδονὴν δὲ αἱ σωφρονικαί τε καὶ καλαί, τοῖς δὲ ἀκολάστοις ἔμπαλιν, οὐκ ἂν εἶεν αἱ ἀπὸ τῶν αἰσχρῶν ὁμοειδεῖς ταῖς ἀπὸ τῶν καλῶν. οὐχ ὅμοιον τὸ ἐπὶ τῶν χρημάτων· οὐ γὰρ τοῖς φρονίμοις τε καὶ σώφροσιν ἡ πορνοβοσκία πενίας αἰτία, τος δὲ μο χθηροῖς περιουσίας, ἀλλὰ καὶ τοῖς σώφροσιν τῆς αὐτῆς εὐπορίας ἂν αἰτία γίνοιτο, εἰ φέροιεν αὐτὰς ἐνεργεῖν. ἐπὶ γὰρ τῶν ἡδονῶν οὐ μόνον αἱ αἰσχραὶ ἐνέργειαι φευκταί, ἀλλὰ καὶ πρὸς τῷ μηδεμίαν αὐτοῖς ἡδονὴν φέρειν καὶ λύπης αὐτοῖς εἰσιν αἰτίαι.
Πῶς, εἰ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, ὡς εἴρηκεν ἐν τῷ ἑβδόμῳ τῶν Νικομαχείων, αἱ δὲ ἐμποδιζόμεναι λυπηραί, δυνήσεται χωρίζεσθαι τῆς ἡδονῆς ἡ ἀλυπία; ἐν ποίαις γὰρ ἐνεργείαις ἔσται; οὔτε [*](1 ἀδιαφόρων GFS¹: ἀδιαφόρων sic V: διαφόρων B²S²aa Sp.: διαφορῶν S¹: fortasse αὐτοῦ τοῦ ἀπὸ τῶν διαφόρων 2 αὐτοὶ] οἱ in lit. V διαφορῶν V 3 ἢ] ἡ V περιποιητικά] ε in lit. V 7 γε] τε coni. Sp. 10 post ὥσπερ add. αἱ aSp. 11 post αἷς add. αἱ aSp. 13 ἂν add. Sp. αλρετώτεραι GFS ποιοῦσαι v. c. VS²Ba Sp.: ποιῆσαι V¹: ποιήσασαι GFS 14 αὐτῆς coni. Sp. 17 post ὃ paululum erasum V 20 εἰ add. aSp. αἱ om. Sp. 25 αἰτία γίνοιτο Sp.: αἴτιοι γίνοιντο libri φέροιεν Sa Sp.: φέροι sic V¹: εν in ng. add. v. c. V: φέροι B1GF: φέροι ἐν B² 26 τοῖς σώφροσι add. ante φευκταί B² 27 αἴτιαι a Sp. 29 ἐνέργείά i. e. ἐνεργεία V 30 ἐν τῷ ἑβδόμῳ] th. Νic. VIl,13. 1153a14 30. 31 δυνήσονται a 31 χωρίζεσθαι V Sp.: χωρήσεσθαι SFG Vict.: χωρήσεται a: χωρίσεται Vict.? ἐνεργείαις] ante αἱ 2 litt. erasae V)
135
γὰρ ἐν ταῖς ἀνεμποδίστοις, οὔτε ἐν ταῖς ἂς ἐνεργοῦμεν ἐμποδιζόμενοι. ἡ δὲ αὐτὴ ἀπορία ἕπεται καὶ τοῖς εἰρημένοις περὶ ἡδονῆς αὐτῷ ἐν τῷ τελευταίῳ, δι’ ὧν λέγει αἰσ θῆ σε ως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, σής, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑ πὸ τὴν αἴσ θησίν· τοιοῦτον γὰρ μάλιστα εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν ἢ ἐν ᾧ ἐστι μηδὲν διαφερέτω), καθ’ ἔκα στον δὲ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑ π’ αὐτήν. αὕτη δ’ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη· κατὰ πᾶσαν γὰρ αἴσ θησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ’ ἡ τελειοτάτη, τελειοτάτη δ’ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑ π’ αὐτή ν. καὶ γὰρ ἐκ τούτων καὶ τῶν τούτοις ἐφεξῆς λεγομένων ἡ αὐτὴ ἀπορία συνίσταταί τε καὶ μένει. ἀλλὰ μὴν δοκεῖ αὐτοῖς μέση τις εἶναι κατάστασις ἡδονῆς τε καὶ λύπης. ἢ πρῶτον μέν, εἰ ἐν ταῖς ἐνεργείαις αἱ ἡδοναί τε καὶ λῦπαι ταῖς τῶν αἰσθήσεων καὶ ταῖς τῆς διανοίας τε καὶ θεωρίας, δῆλον ὡς ἐν ταῖς ἀνενεργησίαις ταῖς κατὰ ταῦτα ἐν οὐδετέρῳ τούτων ἐσόμεθα. ἔστιν δὲ ὅτε οὔτε κατὰ τὰς αἰσθήσεις οὔτε κατὰ θεωρίαν ἐνεργοῦμεν, ὡς ἔν τε τοῖς ὕπνοις καὶ ἐν ταῖς χωρὶς ὕπνων ἀναπαύσεσιν. ἔπειτα εἰ ἐν ταῖς βελτίσταις ἐνεργείαις τὸ ἥδιστον, βέλτισται δὲ ἐνέργειαι αἱ τῶν ἄριστα διακειμένων ἕξεων, ὅταν γίγνωνται περὶ τὰ κράτιστα τῶν ὑπ’ αὐτάς, δῆλον ὡς εἰ μὴ οὕτως ἄμφω ἔχοι, οὐκέτ’ ἂν ἥδισται γίνοιντο αἱ ἐνέργειαι. ὀλίγης μὲν οὖν παραβάσεως καὶ ἀνέσεως τοῦ ἐν ἑκατέρῳ κρατίστου γινομένης ἔτι ἂν μένοιεν ἡδεῖαι, εἰ καὶ μὴ ἥδισται. εἰ δ’ ἔτι μᾶλλον ἀνεθεῖεν (δῆλον αἱ εἰς τὸ χωρὶς ἡδονῆς τε καὶ λύπης ἐνεργεῖσθαι αἰτίαι τοῦ χρησίμου χάριν γινόμεναι ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ἀραί, οἶον τοῦ φυλάξασθαί τι ἢ τοῦ γνωρίσαι), δῆλαί εἰσιν οὔτε τὸ λυπηρὸν ἔχουσαι οὔτε τὸ ἡδύ, εἰ αὐτὸς εἶπεν, ποῖαί εἰσιν ἐνέργειαι μέσαι, δι’ ὧν προσέθηκεν, λέγων πῶς οὖ ν οὐδεὶς συνεχῶς ἥδεται ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρ ώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖ ν οὐ δὲ ἡδονή· ἕπεται γὰρ τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταῦ τό· τὸ μὲν γὰρ πρῶτον παρ ακέκληται ἡ διάνοια, καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργεἴ, ὥ σπερ
[*](2. 3 ἐν τιῷ τελευταίῳ] Εth. Nic. X, 4. 1174b14 3 δὲ καὶ a Sp. post αἴσθησιν add. κειμένων Vict. τοιοῦτον Vict. B² Sp.: τοιούτων VBSa 6 ᾦ] ante ῷ lit. 1 litt. V: in lit. B 7 ἑκάστην B2 Sp. 8 ὑφ’ αὑτὴν Sp. ex Arist. 11 εὖ ἔχοντος B² Vict. Sp.: περιέχοντος VB¹Sa 11. 12 ὑφ’ αὑτὴν aSp. ex Arist. (ὑπ’ οὐ. Arist. K) 14 ἡ a μὲν εἰ] μένει a 15 τε καὶ ταῖς aSp. 20 αἱ om. a Sp. ἀρστα sic V 22 ἑκατέρῳ Fa Sp.: ἑκατέρου V 23 μή V 24 δῆλον αἱ εἰς VB¹B¹: δ. ὡς εἰς B²: δ. ὡς S2aSp.: fortasse δηλονότι εἰς 25 αἰτίαι VBBV: οἶαι αἱ B²SaSp.: fortasse αὗ ται δ’ 26 ἀφαι V 27 εἰ VS¹F: ὅς B2a: ὡς S2 Vict.? Sp.: εἴ γε Schsart post εἷπεν sad. δηλῶν a Sp. ἐνέργείαι sic V 28 λέγων] Eth. Nic. X,10 1175a3 οὐδεῖσ V 29 ἀνθρώπεια corr. ex ἀνθρώπια V 30 καινὰ B2S2a Sp.: κενὰ VB¹B¹F 32 διανοια V 31, 32 παρακέκλιται Sa: παρακέκλισται) 136
κατὰ τὴν ὄψιν οἱ ἐμβλέ ποντες, μετέπειτα δ’ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια, ἀλλὰ παρημελη μένη, διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ἐν γὰρ ταῖς τοιαύταις ἀνέσεσίν τε καὶ ἠμελημέναις ἐνεργείαις καὶ ἀμαυρώσεσιν τῆς ἡδονῆς τὸ χωρὶς ἡδονῆς ἄλυπόν ἐστιν εὑρεῖν. ὅτι δέ τινων αἰσθανόμεθα οὔτε ἡδόμενοι οὔτε λυπούμενοι, λέγει καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς. περὶ γὰρ ὀσφρήσεως καὶ τῶν ὀσφρητῶν ἐν αὐτῷ λέγων εἶπεν· φαύ |λως γὰρ ἄν θρω πος ὀ σ μᾶται καἱ οὐ δενὸς αἰσ θάνεται τῶν ὀ σφραντ ῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος. εἰ γὰρ φαύλως, διότι μόνων τῶν ἡδέων τε καὶ λυπηρῶν αἰσθάνεται, δῆλον ὡς ταῖς ἄλλαις αἰσθήσεσιν, αἷς οὐ φαύλως αἰσθανόμεθα, αἰσθανοίμεθ’ ἂν καὶ οὔτε ἡδέων οὔτε λυπηρῶν. ἀλλ’ εἰ καὶ τῶν στερήσεων τῶν αἰσθητῶν ἑκάστῃ αἰσθήσει τῶν οἰκείων αἰσθανόμεθα, δῆλον ὡς ἡ τούτων αἴσθησις οὔτε μεθ’ ἡδονῆς οὔτε μετὰ λύπης γίνοιτο.
Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη.
Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ [*](1 ἐμβλέποντες B2S2a Sp.: ἐκβλέποντες VB ¹S¹F γίνεται om. Arist. vulg. 2 ἐνέργεια] a s. v. V 3 τοιαύταις] ς in lit. V τοιαύταις -ἠμελημέναις om. a (ἀνέσεσι—ἠμελημέναις add. Vict., qui τοιαύταις delere videtur, quod om. Sp.) 4 τὸ] ὀ in lit. V: τοῦ Viel. 5 ἐν τῷ δευτέρῳ Περι ψυχῆς] de an. ΙΙ, 9. 421a10 17 ἡ om. a Sp. 20 τοῦ τὸν B² Vict.?: τοῦτον libri τοῦδέ] τοιοῦδέ aSp. 21 περὶ] πρὸ a τὸν coni. Sp. τὸ] το V: τοῦ coni. Sp. 26 καὶ coni. Sp.: δὲ καὶ V: δὲ καὶ a ἀπατη V 27 ἀφροσύνης aSp. κακίας τινος ἄλλης cni. Sp. 28 κακὸν πᾶσα] πᾶσα κακόν coni. Sp. item v. 30)
137
ἀγαθὸν ἢ κακὸν εἶναι; ἢ εἰ μὲν μονοειδὴς ἦν πᾶσα ἡδονή, πᾶσα ἦν ἂν ἢ ἀγαθὸν ἢ κακόν, εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ συνδιαιρεῖται ταῖς ἐνεργείαις ἐφ᾿ αἷς γίνεται (αἱ μὲν γὰρ ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινόμεναι ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς μοχθηραῖς κακαί, ὥσπερ καὶ αἱ ἐπιθυμίαι· καὶ γὰρ τῶν ἐπιθυμιῶν αἱ μὲν τῶν ἀγαθῶν ἀγαθαί, κακαὶ δὲ αἱ τῶν φαύλων), οὐδὲν κωλύσει τῇ λύπῃ οὔσῃ κακῷ ἐναντίας εἶναι τῶν ἡδονῶν τὰς μὲν ὡς ἀγαθάς, τὰς δὲ ὡς κακάς, τὰς μὲν κατὰ λόγον τε καὶ ἐπὶ τοῖς ἀγαθοῖς γινομένας ὡς ἀγαθάς, τάς δὲ παρὰ τὸν ὀρθὸν γινομένας λόγον καὶ ἐπὶ τοῖς φαύλοις ὡς κακάς. ἦν γὰρ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κα|κόν, ὁ δὲ πόνος οὐ πᾶς κακόν· ὁ γὰρ τῶν καλῶν χάριν γινόμενος αἱρετός. ἢ χρὴ ὁμοίως καὶ τὴν ἡδονὴν ἀγαθὸν λέγειν καὶ τὴν λύπην κακόν. καὶ γὰρ ἡδονὴν εἴποι ἄν τις πᾶσαν ἀγαθόν, ἀλλὰ τὴν μὲν καὶ ἁπλῶς καὶ τῇ οἰκείᾳ φύσει, ἥτις ἐστὶν ἡ τῶν σπουδαίων (τὰ γὰρ τοῖς σπουδαίοις ἀγαθὰ καὶ κακὰ καὶ τῇ αὑτῶν φύσει τοιαῦτα), τὴν δὲ τῷδε ἀγαθὸν τῷ οὕτως ἔχοντι, ἀλλ᾿ οὐχ ἁπλῶς ἀγαθόν· τοιαῦται αἱ τῶν μοχθηρῶν ἡδοναί. ἐκείνοις γὰρ ἀγαθαὶ καὶ αἱρεταί, οὐχ ἁπλῶς. καὶ λῦπαι δὲ αἱ μὲν ἐπὶ τοῖς ὄντως κακοῖς γινόμεναι ἁπλῶς ἂν εἶεν κακαί, αἱ δ᾿ ἐπὶ τοῖς μὴ τοιούτοις ἐκείνοις κακαί, οὐ μὴν καὶ ἁπλῶς ἔτι· ἔσται δέ ποτε καὶ ὁ ἀγαθὸς ἐν τούτῳ τῷ κακῷ, ὡς καὶ ἐν πενίᾳ καὶ νόσῳ· τὰ γὰρ ἐφ᾿ οἷς ὁ σπουδαῖος λυπήσεται κακά.
Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ώφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ᾿ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ᾿ αὑτήν, ἀλλ᾿ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ᾿ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ᾿ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ᾿ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ᾿ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ᾿ ἄλλων· ὁ γὰρ χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ᾿ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ᾿ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ᾿ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκείναις [*](5 alt. αἱ om. a Sp. 7 ἀγαθὰς] pars superior litt. θ in lit. V 10 χάριν] χα in lit. V 14 alt. καὶ om. a Sp. 16 δὲ V2B: δεῖ V¹: δὴ SFGa Sp. 18 ἔτι om. a Sp. 20 λυπήσεσθαι a 22 ἐπεὶ] εὶ in lit. V δυνάμεις SFa Sp.: δύναμις VB 23 ἢ εὶ Vict. 25 εῖεν ⟨ἂν⟩ Schwartz 29 γοῦν SFa Sp.: οὖν VB 33 δὲ] fortasse δὴ 34 ἐνέργειαισ V 36 φευκτὰς B2a δὲ om. a)
138
δῆλον ὡς καὶ ὑπὸ τὸ εἶδος τῶν ἀγαῶν εἶεν ἂν ἐκεῖνο, ὑφ’ ὃ καὶ αἱ ἐνέργειαι αἷς εἰσιν οἰκεῖαι. εἰ μὲν γὰρ εἶεν αἱ ἐνέργειαι τῶν ἐπαινετῶν, ὧν εἰσιν αἱ κατ’ ἀρετήν, ἔσονται καὶ αὐταί τοιαῦται, εἰ δὲ τῶν ὡς δυνάμεων εἶεν ἀγαθῶν, ὁποῖαί εἰσιν αἱ περὶ τροφήν τε καὶ τὰ ἀφροδίσια, καὶ αὖται ἐν ταύτῃ τῇ χώρᾳ τῶν ἀγαθῶν ἔσονται.
Ἤ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, ῆ διότι καθ’ οὕς ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὐτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὐτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, αἱρετὰ πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’ οὗς μηδὲν τῇ αὐτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὃν τῇ ἑαυτοῦ φύσει αἰσχρὸν τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιούμενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἂν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν ⟨ἂν⟩ τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὐτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις αἱ ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ μὲν καλῶς, εἶεν ἂν τῇ αὐτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ καλῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὸ [*](2 οἰκεῖαι V 3 αὐταὶ Sp. 4 τὰ om. a Sp. 5 αὐταὶ aSp. 7 ἐν τῷ πρώτῳ] Eth. Nic. , 3. 1095b16 8 titulum iterat 8 ante ἢ διά τι a 9 ⟨ἢ⟩ διότι scripsi 10 ἡδονὴ μόνη B αὐτὸν V²Sa Sp.: αὐτὸν V¹: αὐτῶν G 11 αὐτὸ V2 Sp.: αὐτὸ V¹: αὑτὸν Sa αὐτὸ V μόνον] μόνη a Sp. 12 αἱρετὸν GFS1 αλρετὰ addidi: καὶ add. V2?BSGFa ἔσται coll. post ἐκεῖνα GSFa Sp. 14 ἀνδρίαν sic V 17 αἰσχρὸν addidi: post τὸ αἰσχρὸν add. S²B2a Sp. εἴη μὲν a κακὸν S²B2a Sp.: καλὸν V 18 φυλασσόμενοι BS²a Sp.: φυλασσομένῳ V 19 οὐδὲ V ἂν om. a Sp. 21 αὐτὸ V 22 ἂν addidi 23. 24 ἀλλοτι V 24 αἱ del. (sive corr. in εἰ V 25 εἴη coni. Sp. 26 τουτ’ v 27 γε in ras. BSFG aSp.: δὲ V 28 αὐτὰς a Sp. 31 καλὸν ἢ] ν ἢ in lit. V)
139
εἶναι ψεῦδος. πολλάκις γὰρ φανερῶς αὐτὸ ὄν ἀηδὲς αἱρούμεθα, καὶ εἰ συμβέβηκεν δὲ καὶ τῷ καλῷ, καλόν ἐστι, καὶ ἡδεῖ εἶναι, ἀλλ’ οὐ διότι ἡδὺ αὐτὸ αἱρεῖται. τὸ γοῦν αἰσχρὸν πολλάκις ὃν ἡδὺ ἀποστρεφόμεθα καὶ φεύγομεν. εἰ δὲ τοῦτο διὰ τὸ αἰσχρὸν φεύγομεν, καὶ αἱροίμεθα ἂν διὰ τὸ καλὸν τὸ ἡδύ. ἀλλὰ καὶ τὸ λέγειν μηδὲν εἶναι τῇ αὐτοῦ φύσει καλὸν μηδὲ αἰσχρόν, ἀλλὰ πρὸς ἰδίας προλήψεις λέγεσθαι ταῦτα, καὶ ἀπαιτεῖν διὰ λόγου τινὸς δειχθῆναι τὸ καλὸν αὐτοῖς, ὅμοιον τῷ ἀπαιτεῖν λόγον τοῦ εἶναί τι λευκόν. οὐδὲν γὰρ τῶν ἐναργῶν τῇ αὐτῶν φύσει δεῖται τῆς ἐκ τῶν λόγων πίστεως, ἐναργὲς δὲ πᾶσιν τοῖς μὴ πεπηρωμένοις τὸ ὄμμα τοῦτο τῆς ψυχῆς, ᾧ ταῦτα γνωρίζεται, τὸ εἶναί τι καλὸν καὶ αἰσχρόν. ὅτι δὲ ἐκ φύσεως ἡμῖν τὸ γνωρίζειν τά τε αἰσχρὰ καὶ τὰ καλά, δῆλον τῷ ἐπὶ τοῖς αἰσχροῖς οὐ γινο| μένοις μόνον, ἀλλὰ καὶ λεγομένοις ἐρυθαίνεσθαι ὥς τι πάσχοντας, καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ ἐν τοῖς μικροῖς ἔτι γινόμενον παιδίοις. καὶ γὰρ ταῦτα ἐρυθριᾷ πολλάκις ὡς ἐπὶ αἰσχροῖς τισίν.
Τὰ ὁμοειδῆ ἀλλήλοις οὐκ ἔστιν ἀλλήλων φθαρτικά. οὔτε γὰρ λευκὸν ὑπὸ λευκοῦ καθὸ λευκὸν φθείρεται, οὔτε μέλαν ὑπὸ μέλανος, οὔτε θερμὸν ὑπὸ θερμοῦ, ἡδονὴ δὲ ὑπὸ ἡδονῆς ἐστι φθαρτική. αἱ γοῦν ἀπὸ τῶν σφόδρα σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλαττον. ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλω. ἔτι εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.