Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Εἰ ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακόν, διότι ἡ μὲν ἀγαθόν ἐστιν αὐτῆς ἡ δὲ κακόν (τὸ γὰρ κοινὸν οὐκ ἔστιν ἕν τι τῶν ὑπὸ τὸ κοινόν), οὐδ’ ἀδιάφορος ἔσται, εἴ γέ εἰσί τινες καὶ ἡδοναὶ ἀδιάφοροι, ὥσπερ καὶ αἱ μὲν ἀγαθαί, αἱ δὲ μοχθηραί. ταῦτα δ’ ἄν τις ζητήσειεν καὶ ἐπὶ τῶν ἐνεργειῶν, ὧν τέλη πως αἱ ἡδοναί, διὸ καὶ συνδιαιροῦνται αὐταῖς. εἰ γὰρ τῶν ἐνεργειῶν αἱ μέν εἰσιν ἀγαθαί, αἱ δὲ μοχθηραί, αἱ δὲ ἀδιάφοροι, ἡ κοινὴ καὶ ὡς γένος ἐνέργεια λαμβανομένη οὔτ’ ἀγαθὸν οὔτε κακὸν οὔτ’ ἀδιάφορον ἔσται. ἀλλὰ μὴν πᾶν τὸ ὂν ἀναγκαῖον ἢ ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον εἶναι. ἢ πᾶν τὸ ὃν ἐν ὑποστάσει καὶ τὸ εἶναι καθ’ αὐτὸ δυνάμενον· εἰ δέ τι κοινὸν εἴη, ὑφ’ ὃ ταῦτα πάντα ἐστίν, ἐκεῖνο οὐκέτι σἷόν τε τούτων τι εἶναι τῷ πάντα ἔχειν ὑφ’ αὐτό. οὐδὲ γὰρ ἐπεὶ πᾶν ζῷον τὸ ἐν ὑποστάσει ὃν ἢ λογικόν ἐστιν ἢ ἄλογον, διὰ τοῦτο καὶ τὸ κοινὸν τὸ ὡς γένος κατὰ τῶν ἐν ὑποστάσει κατηγορούμενον ἐν θατέρῳ τούτων ἐστί. οὔτε οὖν ἡ κοινὴ ἡδονὴ οὔτε ἡ κοινὴ ἐνέργεια ἔσονται ἢ ἀγαθὰ ἢ κακὰ ἢ ἀδιάφορα, πάσης ἡδονῆς καὶ πάσης ἐνεργείας τῆς ἐν ὑποστάσει τούτων τι ἐχούσης. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, συνδιαιροῦνται, καὶ αἱ μὲν ἐπιγινόμεναί τε καὶ ἑπόμεναι ταῖς ἀγαθαῖς ἐνεργείαις ἀγαθαί, αἱ δὲ ταῖς μοχθηραῖς μοχθηραί. ἀδιάφοροι δὲ αἱ ταῖς ἀδαφόροις, ἐπιζητήσαι τις ἂν, πῶς χρὴ περὶ λύπης λέγειν, ἐπειδὴ αὕτη ἐναντία τῇ ἡδονῇ. εἰ γὰρ καὶ ταύτην λέγοι τις συνδιαιρεῖσθαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνεται, πρῶτον μὲν τίνα τρόπον ἡ διαίρεσις ἔσται; πότερον τὰς μὲν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένας ἐροῦμεν κακάς, τὰς δὲ ἐπὶ ταῖς μοχθηραῖς ἀγαθάς, τὰς δὲ ἐπὶ ταῖς ἀδιαφόροις ἀδιαφόρους; ἢ ἄτοπον τὸ λέγειν ἐν ἀγαθῷ εἶναι τὸ λυπούμενον ἐπὶ ταῖς μοχθηραῖς ἐνεργείαις, ὃς ἐνεργεῖ; ἐν κακῷ γὰρ ὁ τοιοῦτος. πῶς γὰρ οὐκ ἐν κακῷ ὁ ἐν τοιαύταις ἐνεργείαις ὤν; ἔπειτα ἡ μὲν ἡδονὴ εὐλόγως ἐδόκει συνδιαιρεῖσθαι ταῖς πρὸ αὐτῆς ἐνεργείαις (κατ’ οἰκειότητα γὰρ τὴν πρὸς αὐτὰς ἐγίνετο καὶ ὡς τέλος τι ἦν αὐτῶν), ἡ δὲ λύπη ἀλλοτριότητός ἐστι σημεῖον τοῖς ἐφ’ οἷς γίνεται. ἢ εὔλογον δι’ αὐτὸ τὴν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένην εἶναι κακήν, διότι ἀλλοτρία ἐστὶ τῶν ἀγαθῶν, καὶ διὰ ταῦτα τὴν ἐπὶ ταῖς κακαῖς ἀγαθήν, ὅτι ἐστί τις ἀλλοτρία τῶν κακῶν, ὅτι τε ὁ λέγων τὴν τοιαύτην λύπην ἀγαθὸν οὐ τὰς ἐνεργείας ἐφ’ αἷς γίνεται, τίθησιν ἀγαθὰς εἶναι, ἀλλὰ τὴν ἀλλοτριότητα πρὸς τὰς τοιαύτας ἐνεργείας ἢ περιστάσεις τε καὶ τύχας. ἢ ὅλως ἄτοπον τὸ τὴν λύπην [*](5 οὐδ’ scripsi: οῦτ’ libri ἀδιάφορόν ἐστιν coni. Sp. 6 ἀδιάφοροι scripsi (,,indiferenttes“ Bagolinus): διάφοροι libri ταῦτα δ’] ταὐτόν coni. Sp. 10 ἀδιάφοροι V 11 ᾖ πᾶν coni. Sp. 14 pr. ἢ] ή V 15.16 κατηγορούμενον] inter ο et ν una littera erasa V 16 θατέρω V 21 ἀδιαφόροις] φ in lit. V 26 ἐν add. B2a Sp. alt. τὸ] τὸν B2a Sp. 27.28 πῶς γὰρ οὐκ] ως γὰρ οὐκ in lit. V 31 τοῖς Vict.: τῆς libri δι’ αὐτὸ] fortasse διὰ ὰ τὸ)