Ἓἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγα θοῦ, τῆς δὲ φαντα σίας οὐ κύριοι, ἀλλ’ οἷός ποθ’ ἕκαστός ἐστι, τοιοῦτον καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως αὐτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιῖν , ἀλλ’ ἢ δι’ ἄγνοιαν τοῦ τέλους ταῦ τα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθ αι. ἡ δὲ τοῦ τέλους ἔφεσις οὐ κ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ἢ κρινεῖ καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγα θὸν αἱρή σεται, κ αὶ ἔστιν εὐ φυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ’ ἑτέρων μὴ σἷόν τε λαβεῖν μη δὲ μαθεῖν, ἀλλ’ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ εὖ καὶ καλῶς τοῦτο πε φυκέναι ἡ τελεία καὶ ἀλη θινὴ εἴη ἂν εὐ φυΐα.’’
Ἤ τὸ μὲν πάντας ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ ἀληθές, οὐκ ἀληθὲς δὲ τὸ τῆς φαντασίας μὴ κυρίους ἡμᾶς πως εἶναι. οἷος μὲν γάρ ποτε ἕκαστός ἐστι, τοιοῦτον αὐτῷ καὶ τὸ τέλος φαίνεται, τῆς δὲ ἕξεως, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι τοιοῦτος, αὑτοῖς ἐσμεν συναίτιοι, εἴ γε ἐκ μὲν τῶν ἐνεργειῶν αἱ ἕξεις, ἐφ’ ἡμῖν δὲ αἱ ἐνέργειαι. εἰ γὰρ ἀκούσιον μὲν τό τε βίᾳ καὶ τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον (δέδεικται γὰρ ὅτι ἃ ἀγνοοῦντες πράττουσίν τε καὶ ἁμαρτάνουσιν ὡς ἀγνοίας αὐτοὶ αἴτιοι, ταῦτα οὔτε ἀκούσια οὔτε τὴν ἀρχὴν δι’ ἄγνοιαν γίνεται· διὰ ταύτην γοῦν τὴν αἰτίαν οὐδὲ τὰ παρὰ τὰς μέθας ἁμαρτανόμενα ἀκούσια, καίτοι ὑπὸ ἀγνοούντων γίνεται, ἀλλ’ ἐπεὶ αὑτοῖς οἱ μεθύοντες αἴτιοι τῆς ἀγνοίας τῆς παρὰ τὴν μέθην, οὐκ ἐν τοῖς ἀκουσίοις ἁμαρτανομένοις ταῦτα τίθεται· Πιττακὸς γοῦν ὁ Μιτυληναῖος διπλᾶ ἐπιτίμια ὥρισεν τῶν παρὰ τὴν [*](3 ἐκ τοῦ τρίτου] Εth. Νic. ΙΙΙ, 7.1114a31 6 post φαινομένου add. αὐτοῖς V 2 in mg. 7 post κύριοι add. ὑπάρχουσιν Vict. ὁποῖος Arist. 7. 8 τοιοῦτο a Sp. 8. 9 αὑτῷ τῆς ἕ. Arist. τῆς s. v. V 10 μηδεὶς] μή. οὐθεὶς Arist. vulg. αὑτῷ Vict. Sp.: αὐτῷ V: αὐτοῦ SFMLa ἀλλὰ δι᾿ Arist. 11 τέλους] supra ς lit. V 12 ἔσεσθαι] εσ s. v. V 13 ᾗ κρινεῖ Β2 Arist.: η κρινει ὁ V¹: ἢ κρινεῖ V²Β2: ἢ εἰ (ἠει G εἰ Vict. ἡ εἰ L): κρίνει GMLSF Vict. a: ἢ κρίνει Sp. 14 ᾡ] ὡς a τοῦτο] τοῦ s. v. V 15 ἑτέρου Arist. καὶ τὸ Arist. 17 καὶ (pr.) VΒ: καὶ τὸ Vict. Sp. ex Arist.: καὶ τὸ om. SFMLa 19 πάντα a Sp. 22 αὐτοῖσ V 23 ἐφ’ ἡμῖν coll. post ἐνέργειαι a Sp. αἱ δὲ a Sp. μὲν] om. a Sp.: fortasse μόνον, nisi exciderunt nonnulla post γινόμενον (24) 24 βία V τὸ διὰ V2 B: διὰ τὸ V¹: διὰ Fa Sp. S2B² in mg.: ἴσως οὕτως ὀφείλει λέγειν: τὸ γὰρ δι’ ἑκούσιον ἄγνοιαν οὐ βίᾳ οὐδὲ ἀκούσιον 25 ⟨ἃ⟩ ἀγνοοῦντες scripsi: ἀγνοοῦντες ⟨ἃ⟩ Vict. 27 περὶ Sp. 28 ἐπεὶ corr. ex ἐπὶ V1 αὐτοῖσ V1 29 παρὰ] περὶ coni. Sp.)
159
μέθην ἁμαρτανομένων), ἃ γὰρ αἰτίαν ἔχει τῶν ἁμαρτανομένων ἑκούσιόν τε καὶ ἐφ’ ἡμῖν, εἴη ἂν ταῦτα καὶ αὐτὰ ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. ὡς δὲ τῶν παρὰ τὴν μέθην ἀγνοουμένων οἱ μεθύοντες αἴτιοι, οὕτως καὶ τῶν δι’ ἄγνοιαν τῶν καλῶν τε καὶ αἰσχρῶν ἁμαρτανομένων οἱ ἀγνοοῦντες αἴτιοι, εἴ γε ἐφ’ ἡμῖν ἡ γνῶσις τῶν βελτιόνων τε καὶ χειρόνων. οἱ γὰρ δι’ ἀμέλειαν ἀγνοοῦντες τά τε ὑπὸ τῶν νόμων ὡρισμένα καὶ τὰ ὑπὸ τῶν ἐπαινουμένων ἀνδρῶν γινόμενα τῆς ἀγνοίας αὑτοῖς αἴτιοι, εἴ γε τὸ ἀμελεῖν ἐφ’ ἡμῖν. ἡ γὰρ τῶν καλῶν τε καὶ συμφερόντων ἄγνοια καθόλου οὐ τοῦ ἀκουσίου, ἀλλὰ τῆς μοχθηρίας αἰτία. ἐφ’ οἶς γὰρ οἱ ψόγοι τε καὶ αἱ κολάσεις, ταῦτα ἑκούσια, ἐπὶ δὲ τῇ τῶν τοιούτων ἀγνοίᾳ ἀφίενταί τε καὶ ζημιοῦνται. οὔτ’ οὖν ταῦτα τῶν ἀγνοουμένων ἀκούσια οὔτε τῶν βίᾳ γίνεσθαι λεγομένων, ὧν ἐν ἡμῖν ἡ ἀρχή. ὁ γὰρ ὑφ’ ἡδονῆς βιαζόμενός τε καὶ ἡττώμενος, ἐν αὑτῷ τὴν ἀρχὴν ἔχων τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, ἃ διὰ τὴν ἡδονὴν ποιεῖ, οὐκ ἔξωθεν ποιεῖ τῆς τοιαύτης βίας τὴν αἰτίαν ζήσας ἀνειμένως καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα ἐνεργείας ἐθίσας αὑτὸν ἡττᾶσθαι τῆς ἡδονῆς, εἴ γε βίᾳ γίνεται ὧν ἡ ἀρχὴ καὶ ἡ αἰτία ἔξω |θεν, μηδὲν ἡμῶν πρὸς τὰ δι’ αὐτὴν γινόμενα συντελούντων, ὁ δὲ ἐν αὐτῷ γε τὴν ἀρχὴν τοῦ πράττειν ἔχων ἃ πράττει καὶ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐξουσίαν ἔχων, οὗτος οὐκ ἔχει τῶν οὕτως ἁμαρτανομένων βίαιον αἰτίαν. ὄντος δὴ ὡς ἐρρέθη ἀκουσίου τοῦ προειρημένου τὸ ἑκούσιον γίνεται, οὗ ἡ ἀρχὴ ἐν ἡμῖν εἰδόσιν τὰ καθ’ ἕκαστα, περὶ ἃ ἡ πρᾶξις. οὔτε γὰρ ὁ τὴν ἀρχήν τε καὶ αἰτίαν τῶν πραττομένων ἔχων ἐν αὑτῷ βίᾳ ταῦτα πράττει, οὔτε ὁ εἰδὼς τὰ καθ’ ἕκαστα, περὶ ἃ καὶ δι’ ὧν ἡ πρᾶξις, δι’ ἄγνοιαν αὐτὰ ποιεῖ, ὥστε εἰ ἀκούσια τὰ βίᾳ ἢ δι’ ἄγνοιαν, ὧν δὲ πραττομένων ἡ ἀρχή τε ἐν ἡμῖν καὶ γνωρίζεται τὰ καθ’ ἕκαστα, ταῦτα οὔτε βίᾳ οὔτε δι’ ἄγνοιαν, οὐδ’ ἂν ἀκούσια εἴη, εἰ δὲ μὴ τοῦτο, ἑκούσια. διὸ καὶ τὰ διὰ θυμόν τε καὶ ἐπιθυμίαν πραττόμενα ἑκούσια. ἐν ἡμῖν γὰρ ἡ ἀρχὴ τῶν τοῦτον γινομένων τὸν τρόπον. προσέτι τε εἰ τὰ διὰ ταῦτα γινόμενα ἀκούσια, οὐδὲν ἂν οὔτε τῶν ἀλόγων ζῴων οὔτε τῶν παιδίων ἑκουσίως τι ποιοῖ· διὰ γάρ τι τούτων τὰ γινόμενα ὑπ’ αὐτῶν γίνεται πάντα. ἔτι τε πολλὰ καὶ τῶν καλῶν διὰ ταῦτα γίνεται. ἔτι δ’ εἰ ἄτοπον ἀκούσια λέγειν τὰ γινόμενα κατὰ λόγον τε καὶ εὐλόγως, κατὰ λόγον δὲ ὀρεγόμεθά τινων καὶ ὀργιζόμεθά τισιν, οὐκ ἂν εἴη ἀκούσια τὰ γινόμενα διὰ ταῦτα. ὄντων δὴ πάντων τῶν οὕτως γινομένων ἑκουσίων, τῶν ἑκουσίων ταῦτα τὸ
[*](1 ἃ γὰρ] fortasse ἅπερ ἑκούσιον L2BS2a Sp.: ἀκούσιον VS¹FML1, 1. 2 ἑκούσιον—ἡμῖν del. Sp. 2 pr. καὶ V²S2Ba Sp.: ἠ V¹: ἢ S1 ἀκούσια a alt. ἡμῖν] ἡ in lit. V 12 λεγομένων] ω in lit. V ὧν add. Β² 13 αὐτῷ V ⟨ἃ⟩ διὰ scripsi 14 ποιεῖ ante τῆς om. Sp. fortasse αἰτίαν ⟨ἔχων⟩, 14. 15 ζήσας ἀνειμένως FML: ζήσασαν εἰ μὲν ὡσ V: ζησας ἀνειμέν ὡς S¹B¹: ζητήσας ὡς S²B²a Sp. 16 βία V 16. 17 μηδὲν μὲν ἡμῶν Vict. 17 αὐτῷ V 18 τε καὶ a Sp. 21 εἰδόσιν V οὔτε γὰρ] ε γὰρ in lit. V 22 αὐτῷ V ταῦτα] τι ΜL 23 οὔτε V1 in mg. τὰ] τὰς a 24 τὰ scripsi: η τε sic V¹: οἴ τε, V²: ἥ τε FS¹ΜL: ἢ τὰ S2: τὰ ἢ Β in lit. a Sp. βία V 28 ταυτὰ a 30 ὑπ’ αὐτῶν Sp.: ὑφ’ αὑτῶν libri 31 ακούσια V 34 τὸ B2S2a Sp.: τὰ VB1: om. S¹FΜL) 160
ἐφ’ ἡμῖν ἔχει, ὅσα ἐστὶ προαιρετά τε καὶ κατὰ προαίρεσιν γινόμενα, πᾶν τε τὸ κατὰ προαίρεσιν γινόμενον μετὰ λόγου τε καὶ προαιρέσεως γίνεται, διὸ καὶ δοκεῖ ἡ προαίρεσις εἶναι ἑκούσιον προβεβουλευμένον. περὶ γὰρ τὰ βουλευτὰ ἡ προαίρεσις, βουλευτὰ δέ ἐστιν περὶ ὧν ἐστι βουλή τε καὶ τὸ βουλεύεσθαι, βουλεύεται δὲ οὐδὲν ζῷον ἄλλο παρὰ τὸν ἄνθρωπον, βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀιδίων καὶ ἀεὶ ὁμοίως ἐχόντων, οὔτε περὶ τῶν γινομένων μέν, ἀεὶ δὲ γινομένων ὁμοίως τε καὶ κατὰ τάξιν ὡρισμένην, ὧν εἰσιν ἀνατολαί τε καὶ δύσεις καὶ τροπαί, ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων, οἷον αὐχμῶν τε καὶ ὄμβρων, ἀλλ’ οὐδὲ περὶ τῶν γινομένων ἀπὸ τύχης, ἀλλ’ οὐδὲ περὶ τῶν ὑπ’ ἀνθρώπων γινομένων ἁπάντων· οὐδεὶς γὰρ τῶν Ἀθήνῃσιν ὄντων βουλεύεται, πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο. περὶ γὰρ τούτων βουλευόμεθα, ἃ οἷά τέ ἐστιν δι’ ἡμῶν γίνεσθαι· ἔστι γὰρ ἡ βουλὴ περὶ τῶν ἡμῖν τοῖς βουλευομένοις πρακτῶν. οἱ γὰρ βουλευόμενοι βουλεύονται περὶ τῶν δ’ αὑτούς πρακτῶν, ἔστι δὲ τοιαῦτα, ἃ ἄλλοτε ἄλλως οἷοί τε ποιεῖν ἐσμεν τῷ μὴ ἔχειν ὡρισμένα τὰ ἐφ’ οἷς γίνεται, τοιαῦτα δὲ περὶ ὧν δοξάζομεν. ἔτι γίνεται ἡ βουλὴ οὐ περὶ τῶν τελῶν, ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὧν γὰρ τὰ τέλη βουλητά ἐστιν, ὄντων πρακτῶν τούτων, ἐστὶ βουλευτὰ τὰ ἄγοντα ἐπ’ αὐτά· βουλευόμεθα γάρ, δι’ ὧν δυνησόμεθα αὐτῶν τυχεῖν. ὄντων δὴ τῶν βουλευτῶν τοιούτων τὸ προαιρετόν ἐστι τὸ ἐκ τῶν βουλευτῶν προκριθὲν ὡς μᾶλλον τῶν ἄλλων συντελοῦν τε καὶ ἄγον πρὸς τὸ προκείμενον τέλος, αἵ εἰσιν αἱ κατὰ τὰ προκριθέντα ἐκ τῶν βουλευτῶν γινόμεναι πράξεις προαιρεταί, αἳ γίνονται μετὰ ὀρέξεως τοῦ προκριθέντος. οὐ γὰρ αὐτάρκης ἡ κρίσις πρὸς τὴν πρᾶξιν τῶν κριθέντων, ἀλλὰ δεῖ καὶ ὀρέξεως, διὸ καὶ ἡ προαίρεσις εἶναι λέγεται ὄρεξις βουλευτική. ὄντων δὲ τῶν κατὰ προαίρεσιν γινομένων ἑκουσίων τε καὶ ἐφ᾿ ἡμῖν, κειμένου δὲ καὶ τοῦ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἐκ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αὐτὰ γίνεσθαι κατὰ προαίρεσιν ἐνεργουμένων, εἴη ἂν διὰ τούτων κείμενον καὶ τὸ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἑκουσίους τε εἶναι καὶ ἐφ᾿ ἡμῖν· ὡς γὰρ τὰς κατὰ τὰς τέχνας ἕξεις ἐκ τῶν κατ᾿ αὐτὰς ἐνεργειῶν κτώμεθα, οὕτως δὲ καὶ τὰς κατὰ τὰς ἀρετὰς ἕξεις κτώμεθα· ἐθιζόμενοι γὰρ τὰ καλὰ πράττειν ἐν ἕξει γινόμεθα τοῦ πράττειν αὐτά, ὡς καὶ τὰ τεκτονικὰ οἱ σπουδάζοντες γενέσθαι τέκτονες. ὥσπερ ἐπὶ τῶν τεχνῶν ἄλλος μὲν ἄλλου ἀμείνων πέφυκεν πρὸς τὸ τὴν ἕξιν κτήσασθαι τῆς προκειμένης τέχνης, οὐ μὴν τῶν κατὰ φύσιν ἐχόντων πεπήρωταί τις πρὸς τὴν ἀνάληψίν τε καὶ κτῆσιν αὐτῆς, οὔτως ἕχει πολὺ μᾶλλον ἐπὶ τῶν ἀρετῶν, ὅσῳ καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις μᾶλλον ἡ τῶν ἀρετῶν κτῆσις τῆς τῶν τεχνῶν. εἰ δὲ ἡ τῶν ἀρετῶν, δῆλον ὡς καὶ ἡ τῶν
[*](2 μετὰ λόγου] μεγάλοι οὐτέ V (corr. V²ῶ 15 οῖῦν V (corr. Vῶ 17 βουλευτὰ a Sp. 18 βουλευτὰ alc V 21 αἴ] fortasse κ αἰ αἱ s. v. V 23 ὀρέξεως] infra ἐξ lit. V 25 ἡ ὄρεξις aSp. τῶν s. v. V 27 τὰ om. a Sp. 29 κατὰ τέχνας aSp. 31 ἐκτώμεθα a γὰρ σm. a τὰ in lit. V 32 ὥσπερ γῶ V²3FsaSp.: ὡς γὰρ S¹ Fν1 35 ἀνάληψίν] ante ψψ una littera erasa V 36 ὅσω V 37 εἷ add. V²aa Sp.) 161
κακιῶν, εἴ γε διὰ μὲν τῶν ἀντικειμένων ἐθῶν αἱ κακίαι ταῖς ἀρεταῖς συνι- στανται, οἷς δὲ τὰ ἀντικείμενα τί δεῖν ἐφ᾿ αὑτοῖς, ἐπ’ ἐκείνοις καὶ τὰ οἷς ἐκεῖνα ἀντίκειται, ὥστε ἀληθὲς συνημμένον τὸ λέγον· εἰ ἕκαστος τῆς ἕξεως ἑαυτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, ⟨εἰ⟩ ἀληθὲς δὲ καὶ τὸ αἴτιον τῆς ἕξεως αἴτιον εἶναί πως ἑαυτῷ, ἀληθὲς ἔσται καὶ τὸ τῆς φαντασίας τῆς γινομένης περί τε τῶν ἀγαθῶν καὶ τῶν κακῶν ἕκαστον εἶναί πως αἴτιον ἑαυτῷ. τούτου δὲ τοῦτον ἔχοντος τὸν τρόπον καὶ τοῖς κακοῖς, τῆς τοιαύτης ἕξεως ἑαυτοῖς πως οὖσιν αἰτίοις, ἕπεται τὸ ἐπ’ αὐτοῖς εἶναί πως καὶ τὰ ἀγαθὰ αὐτοῖς κακὰ φαίνεσθαι. οὐ γὰρ εἰ ἀγνοοῦντες τὸ τέλος οἱ κακοὶ τὰ κακὰ πράττουσιν, ἤδη καὶ δι’ ἄγνοιαν αὐτὰ πράττουσιν. ἐδείχθη γὰρ ἡ τούτων ἄγνοια ἑκούσιος οὖσα, οἳ καὶ τοῦ ἀγνοεῖν αὐτοῖς αἴτιοι. τὸ γὰρ οἴεσθαι τεύξεσθαι τε καὶ διὰ τοῦ τὰ φαῦλα πράττειν τοῦ τέλους παρ᾿ αὐτοῖς, εἴ γε ἐπ᾿ αὐτοῖς τὸ γνῶναι τὰ ἀγαθὰ καὶ τὸ πράττειν, δι’ ὧν ταῦτα περιγίνεται. φῦναι μὲν γὰρ δεῖ πως τὸν μέλλοντα ἀρετὴν ἢ κακίαν δέχεσθαι, εἴ γε μὴ πᾶν ζῷόν ἐστι τούτων δεκτικόν, ἀλλ’ ἄνθρωπος μόνον· οὐ μὴν εἰ ποιᾶς φύσεως τῷ ταῦτα ἕξοντι ζῴῳ, ἤδη δεῖ καὶ ἔχειν αὐτὸν φύσει τὸ ὄμμα τοῦτο, ᾧ κρινεῖ τὰ κρινόμενα καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, ὅπερ ἐστὶν ἀρετή. οὐ γὰρ ὁμοίως αἵ τε αἰσθήσεις καὶ ἀρεταὶ φύσει, ἀλλ’ αἱ μὲν αἰσθήσεις αὐταὶ φύσει, ἡ δὲ ἀρετὴ οὐκ αὐτὴ φύσει, ἀλλ’ ἡ μὲν τοῦ δέξασθαι δύναμις αὐτὴν φύσει, αὐτὴ δὲ οὐ φύσει. διὸ μᾶλλον ἡ ἀρετὴ ὁμοίως φύσει ταῖς τέχναις, οὐ ταῖς αἰσθήσεσιν. ὡς γὰρ τῶν τεχνῶν τὸ μὲν εἶναι δεκτικοῖς ἡμῖν αὐτῶν ὑπάρχει φύσει, οὐδεὶς δὲ γίνεται τεχνίτης φύσει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. διὸ καὶ τὴν μὲν αἰσθητικὴν ὄψιν, εἰ μὴ φύσει τις ἔχοι, οὐδ’ ἂν κτήσαιτο αὐτήν ποτε, ἐπὶ δὲ τῆς κατὰ τὴν ἀρετὴν ὄψεως οὐ φῦναι ἔχοντα δεῖ τήνδε τὴν ὄψιν, ἀλλὰ φῦναι δεῖ δέξασθαι δύνασθαι αὐτήν, τὸ δὲ ἔχειν αὐτοὺς παρ’ αὐτῶν πειρᾶσθαι λαμβάνειν, καὶ ἔστιν εὐφυὴς οὐχ ὁ ἤδη τὴν ἀρετὴν ἔχων καὶ τὸ ὄμμα τοῦτο, ἀλλ’ ὁ ῥᾷον ἄλλου λαβεῖν αὐτὴν δυνάμενος, ὃν τρόπον καὶ ἐπὶ τῶν τεχνῶν ἔχον ἐδείχθη.