Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ἤ ὅτι πᾶσα ἀρετή, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν [*](1 ὧν B2aSp. supra: V 3 pr. τὸ Sp.: τε libri 4 ἄμα] alt. α in lit. V 6 αἱ om. a Sp. 8 αἱρετάς s. v. (ἐρέτας in lit.) V 9 αἱρετῶν] αρετὸν a Sp. συντελεῖν a 10 μὲν] μ in lit. V 12 ἀλλ’ ἀπιθάνως SFaSρ.: ἀλλὰ πιθανῶς VD 18 τερπνόν a Sp. 19 οὔσας BS¹a Sp.: οὔσης VB²F 20 ἐνεργείαις] ις in lit. ς s. v. V 23 αἰτία a Sp. 27 αἰτίαι V 29 ἐνεργειασ (σ in lit.) V 33 ἐνέργειαι a Sp. 35 αὐτό τε] τότε a 36 αὑτοῦ Sp.)
Τὧν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ πρὸς ἡμᾶς’, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἂν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκάτερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκαστον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν [*](1 τοῖς] αὐτοῖς V¹ (corr. V²) 2 ἔχοι a προχειριζομένοις FSa Sp.: προχεριομένη (supr η lit.) V: προχειριομένης sic B1 4. 5 φυλασσομένη V² Vict.? Sp.: φυλασσομένης V¹SL (ex corr) Fa 5 ἐν VBI Vict.?: ἐκ S2: εὖ GF MS1 a Sp. εὖ τυγχάνει V: ἐντυγχάνει G¹FLMS¹a Sp.: εὐτυγχάνει G²S²: τυγχάνει Vict. 6 ἕξεων Vict. Sp.: ἐξ ὧν libri δειλία in lit. V 8 φυλάττομεν ἡ a 9 κατ’ αὐτὰ a ἐνδείας] ἀνδρείας B1 αροῦμεν ἡ a 11 ἕξέων] ἐξ ὧν a 12 pr. καὶ om. Sp. 16 τοῦ Vict. Sp.: τῷ VS¹ B¹ FG: τούτῳ SB²a τι corr. ex τε V2 21 τούτοις a 25 ἒν ἦν V²BFΜ Vict.?: ἐνῆν V¹: ἐνην G: ἔνην b: εὗ ἦν Sa: ἦν Vict.: ἓν Sp., qui confert Arist. Eth. Nic. 1106a30 26 ἴσῃ] ισ in lit. V 26. 27 τοὺ ναντίον (ante ν pr. lit. 1 litt. V 27 γνωρίμους S2: γνωρίμου VFLΜS2: γνω- ρίμου γεγονότος man. rec. VBS¹a Sp. 28 ὁρισθὲν τὸ V²S²Ba Sp.: ὁρισθέντος V¹FGS¹M1 31 πράξεων] ων in lit. V)
Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκατέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι. νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔνδειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι.
Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνασθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια.
Aλλ’ οδδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγκειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οῦτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ [*](1 ἕκαστον coni. Sp. 2 προόδου V 8 alt. τῶν del. V2 11 αὐταὶ B2Sa Sp.: αὗταί VFB ἔλεγεν coni. Sp. νῦν B²MS²a Sp.: εἰ VB¹ S¹FL 12 αὕτη ἀρετή a 13 συμμετρία V 15 ἐν om. a 18 ἐναντίαι a: ἐναντία V 19 δεήσει a Sp. 20 τὸ μέσως Schwartz: τῷ μέσῳ libri (⟨οὐ⟩ τῶ μέσῳ ⟨τὸ⟩ εὑ μ., ἀλλὰ τῷ ἄκρῳ coni. Sp.) τῷ ἄκρως B2 Vict.? M1 οὐδ’] ἀλλ’ a μὴ δὴ a: μὲν δὴ Sp. 22 τὰς s. v. V 23 ἃ μέσως a: ἀμέσως FL 24 ἄκρων] ἄκρον a Sp. ἄκρον] ἄκρων V¹ (corr. V2) a 26 ταὐτὸν εἷναι a Sp. alt. ἕναι om. a Sp. 31 αὐτὸς] τοῖς S¹F: οἶς S²a 31. 32 ἐν τῷ lIερὶ αἰσθήσεως] De,sensu c. 4. 441 b 14 34 οὐδὲ V2B: οὐδὲν V¹F a Sp.)
0ὑδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐνδείας εἰς τὴν ὑπερβολὴν προιόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγόμενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάντως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος.
Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ ὓς μεσότητες αἱ ἀρεταί, κατὰ τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερβάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γίνεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρετὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶ κα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὑ θὺς ὑνόμα σται συνειλημμένα με τὰ τῆς φαυλότητος, οἰον ἐπι χαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξε ων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοι οῦτα ψέγεται τῷ φαῦ ῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑ περβολαὶ αὐτῶν οὐδὲ ἐλλείψεις. οὐκ ἔστιν οὖ ν οὐ δέ ποτε πε ρὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ τε τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ πλῶς ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολα σταίνειν με σότητα εἶναι καὶ ὑ περβολὴν [*](9 φήσει V1 (corr. V²) 10 δεήσειν Schwartz 13 ἡ om. Sp. ὡρίσθαι] αι in lit. V 14 γινόμενος a Sp. 17 ἔνδειαν] α in lit. V 19 αἱ ἀρεταί] αρεταί a 20 εἰς τὸ a 21 ἀφαιρεθείη] εί in lit. V καταλιπόμενον V (corr. V) item v. 23 25 τὰ del. Sp. λυόμενα] λεγόμενα Vict.? M λέξεως] Eth. Nic. , 6. 1107a8 28 ἐπιχαιρεκακίαι V 29 πάντα ἀ in lit.) V 30 ψέγεται scripsi cum Arist. vulg.: λέγεται libri τῷ αὐτὰ φαῦλα Vict. ex Arist. vulg. οὐχ αἱ Vict. ex, Arist.: οὐ καὶ libri: οὐ καὶ Schwartz οὐδὲ VM: ἀλλ’ οὐδὲ LSa: οὐδὲ αἱ Vict. ex Arist. 32 ἁμαρτάνει a ἢ μὴ V² Vict.? Sp.: εἰ μὴ Sa: μὴ VS¹L51 τε del. V²: om.B Arist. 33 ἣν B2 in lit. Vict.? ἦν libri ἀπλῶς τὸ ποιεῖν Vict. ex, Arist. 34 ὅμοιον οὖν Vict. Sp. ex Arist. καὶ περὶ Arist. εἶναι μεσ. Arist.)