Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν ικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’ οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδώς πολλοῖς αὐτῶν ἐμποδὸν γίνεται, τοῖς δὲ κατὰ τὴν ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδώ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰσχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβηκότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥτψδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὐτοῖς ἤδη ταύτην ⟨τὴν⟩ ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς σύνισμεν αὐτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττοπαιδιᾷ [*](1 Vict.?: παιδείᾳ libri item v. 6.17 καταζῆν scripsi: κατὰ τὴν VB¹S¹: κατὰ SB²aSp. σπουδῆς] ς in lit. V 6 παιδιάν Vict. 7: παιδείαν libri 7 τε Sp.: γε libri, quod S¹F coll. ante ἐπιστήμης 8 εἴη ἡμῖν a Sp. 11 οὔτε B² Sp.: οὔτε VS²2 Vict.: οὔτε ἃ S¹a ἐν τοῖς om. a 13 περὶ αἰδοῦς in lit. V 14 ἐν τῷ δευτέρῳ] Εth. Nic. II, 7. 1108a30 15 ἐν τῷ τετάρτῳ] Etm. Nic. IV,15. 1128b10 19 αἰδὼς] ante ς unsa lit. erasa V 20 λοιπὸν αὐτό φησιν εἶναι a Sp. δὴ V2: διὰ V1a: om. B² Vict. Sp. 26 συνίσμεν V (et v. 32 αὐτοισ V τὴν add. Sp. αἰδομένοις a Sp. 32 αὑτοῖς V²B²: αὐτοῖς VFB¹: αὐτοῖς αὐτοῖς a: αὐτοὶ αὐτοις Vict.? 7 Sp.)