Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892. Digitized by Digital Corpus for Graeco-Arabic Studies Project.
Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς ᾗ διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματι, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμένον, τὸ δ᾿ ἀόριστον. τὸ μὲν οὗν ἀόριστον διαφανές (ὁποῖά ἐστιν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐδὲ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τὰ ὑγρά τε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐδ᾿ οἰκεῖον ἔχει χρῶμα, ἀλλ᾿ ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως ᾖ δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι᾿ αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μήνυσιν αὐτῶν), τὸ δ᾿ ἐν τοῖς ὡρισμένοις τε καὶ στερεοῖς σώμασιν, ὡς ὡρισμένον ἔχει τὸ ὡς σώματος σχῆμά τε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς διαφανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐδὲ γὰρ πᾶν δεκτικὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. καὶ τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ᾿ ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπρά τε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ὲν στερήσει χρώματος, καὶ τῆς διαφανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶν τε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν ᾧ τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὂν δεκτικὸν τῶν τε
[Ἄμεινον τέτακται τοῦτο τὸ πρόβλημα ἐν τῷ ἐπιγραφομένῳ ‘Λέξεών τινων ἐκ τοῦ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ ἐξήγησις καὶ ἐπιδρομή’.]
Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ᾿ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇδέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ, ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν ποσὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ᾿ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ᾿ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ᾿ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ᾿ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ κατ᾿ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβῃς, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ᾿ ἀριθμὸν μένει· τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ᾿ ἂν σώζηται τὸ πρᾶγμα.
Ἐζητεῖτο πῶς εἴρηται ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ὑπ᾿ Ἀριστοτέλους, τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. ὅτι μὲν οὖν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος ὅπως ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως ὄντων γενῶν ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὂν καθόλου τέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται, ἀλλὰ δεῖ τι εἶναι πρᾶγμα, ᾧ τὸ καθόλου συμβέβηκεν, καὶ ἔστιν ἐκεῖνο μὲν πρᾶγμά τι ᾧ τὸ καθόλου συμβέβηκεν, τὸ δὲ καθόλου οὐ πρᾶγμά τι κυρίως, ἀλλὰ συμβεβηκός τι ἄλλῳ. οἷον τὸ ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεώς τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, ὃ κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται καὶ εἰ ἓν κατ᾿ ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ᾿ εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. ὃ γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει αὐτῷ συμβεβηκός. ἐπεὶ τοίνυν τὸ γένος τὸ τοιοῦτο οὐ πρᾶγμά τι, ἀλλὰ συμβεβηκὸς πράγματι, εἶπεν αὐτὸ Ἀριστοτέλης “ἢ μηδὲν εἶναι”, ἐπεὶ