Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

“Ἆρ᾿ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον; ἔστι δέ πως ὡς τὸ διαιρετὸν τῶν διῃρημένων αἰσθάνεται, ἔστι δὲ ὡς ἀδιαίρετον· τῷ εἶναι μὲν γὰρ διαιρετόν, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετον· ἢ οὐχ οἷόν τε; δυνάμει μὲν γὰρ τὸ αὐτὸ καὶ ἀδιαίρετον τἀναντία, τῷ δὲ εἶναι οὔ, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν, καὶ οὐχ οἷόν τε ἅμα λευκὸν καὶ μέλαν εἶναι, ὥ στε οὐδὲ τὰ εἴ ἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις, ἀλλ᾿ ὥσπερ ἣν καλοῦ σί τινες στιγμὴν ἢ μίαν ἢ δύο, ταύτῃ καὶ διαιρετή. ᾗ μὲν οὖν ἀδιαίρετος, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα· ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται, τῷ πέρατι δύο κρίνει καὶ κεχωρισμένα ἐστιν ὡς τῷ κεχωρισμένῳ· δὲ ἕν, ἑνὶ 'αὶ ἅμα.”

Λαβὼν ὅτι ἑκάστη αἴσθησις ἐν τῷ αἰσθητηρίῳ οὖσα, ἐν ᾧ οὖσα αἰσθάνεται, τῶν τε αἰσθητῶν αὐτῇ αἰσθάνεται καὶ κρίνει αὐτῶν τὰς πρὸς ἀλλήλας διαφοράς (λευκοῦ μὲν γὰρ καὶ μέλανος ὄψις, γλυκέος δὲ καὶ πικροῦ γεῦσις, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστη), καὶ διὰ τούτου συστήσας, ὅτι ἡ αἰσθανομένη τινῶν καὶ τὰς διαφορὰς αὐτῶν κρίνει (οὐ γὰρ ἄλλης μὲν τὸ αἰσθάνεσθαί τινων, ἄλλης δὲ τὸ κρίνειν τὰς διαφορὰς αὐτῶν, καθ᾿ ἅς ἐστιν αἰσθητά, ἀλλ᾿ ἥ τε αἰσθανομένη τινῶν καὶ κρίνει αὐτά, καὶ ἡ κρίνουσα τὰς διαφορὰς αὐτῶν καὶ αἰσθάνεται αὐτῶν· ταὐτὸν γὰρ κρίνειν [*](2 αὐτὸ εἶναι delevi 3 αὐτῇ scripsi: αὐτῷ coni. Sp.: αὐτοῦ libri 6 δε V πάσαις ἀναίσθητον ⟨καὶ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν⟩ Vict. Sp. 7 αἰσθητῷ τῷ supplet Schwartz recte 8 τούτῳ scripsi: τούτων libri: τούτου a Sp. 9 δὲ μή S² a Sp.: δ’ ε᾿ μὴ VBFS1 τούτῳ Sp.: τοῦτο libi 10 ἐκ τοῦ τρίτου] de an. IIl 2. 427 a 2 13 κεχωρισμένον FS²a Sp.: κεχωρισμένοσ VBS1 alt. δέ] δε V: μὲν δή Vict.: δὴ Arist. vulg. 15 ἀδιαίρετον FSB²a Sp.: διαιρετὸν VB1 16 αὐτὸ διαιρετὸν καὶ ἀδ. Vict. καὶ τἀναντία Vict. 18 εἰ Sp.: η (supra η lit.) V: ἢ S¹: εἰ ἢ S2a 20 ἢ μίαν καὶ δύο Vict.: ᾗ μία καὶ ᾗ δύο Arist. vulg. ᾗ] ἣι V (et 21—23) 20. 21 ἀδιαίρετον Arist. vulg. 23 ὡς κεχωρισμένων Arist. vulg. 24 ἕν] ἐν libri 26 αὕτη a 28 τούτου Sp.: τοῦτο libri)

95
τῷ αἰσθάνεσθαι· διὰ τοῦτο γὰρ καὶ ἡ αἴσθησις κρίσις τις εἶναι δοκεῖ), εὑρών τι οὐ μόνον τῶν ἐναντίων ἀλλήλοις αἰσθητῶν τὰς διαφορὰς κρῖνον, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν (κρίνομεν γὰρ καὶ τὰς τῶν ὁρατῶν διαφορὰς φορὰς πρὸς τὰς τῶν γευστῶν, ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν ἀκουστῶν, ἀλλὰ καὶ πρὸς τὰς τῶν ὀσφρητῶν καὶ πρὸς τὰς τῶν ἁπτῶν), πρῶτον μὲν ἔλαβεν, ὅτι αἰσθήσει ταῦτα κρίνομεν (αἰσθητά τε γάρ ἐστι καὶ ὡς αἰσθητῶν οὐτῶν ποιούμεθα τὴν κρίσιν), μεθ᾿ ὃ ἔδειξεν, ὅτι μὴ οἷόν τε κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν μὴ αἰσθανόμενον αὐτῶν ἕν τε ὃν καὶ ταὐτόν. οὐ γὰρ οἶόν τε τὸ μὴ αἰσθανόμενον πάντων κρίνειν αὐτῶν τὰς πρὸς ἄλληλα διαφοράς· εἰ γὰρ τοῦ μὲν ἄλλο, τοῦ δ᾿ ἄλλο αἰσθάνοιτο, οὐδέτερον αὐτῶν οἷόν τε γνωρίζειν, τίνι τὰ ὧν ᾐσθάνοντο ἀλλήλων διαφέρει. καὶ γὰρ οὐδ᾿ ἐν ἄλλῳ τινὶ ἦν τῇ αἰσθήσει τὸ κρίνειν ἢ ἐν τῷ αἰσθάνεσθαι. λαβών δ᾿ ἐκ τούτων τὸ ἂν εἶναι τὸ πάντων αἰσθητῶν αἰσθανόμενόν τε καὶ κρῖνον αὐτῶν τὰς διαφοράς, ἐφεξῆς ἔδειξεν, ὅτι καί, εἰ ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἅμα αὐτῶν αἰσθάνεται, ὅτε κρίνει τὰς διαφορὰς αὐτῶν (εἴ γε, ὅτε κρίνει αὐτάς, τότε αἰσθάνεται, κρίνει δ᾿ ἅμα τὰς πρὸς ἄλληλα αὐτῶν διαφοράς), καὶ αἰσθάνοιτ᾿ ἂν ἅμα τῶν κρινομένων· ἐν γὰρ τῷ αἰσθάνεσθαι τῇ αἰσθήσει τὸ κρίνειν. ταῦτα λαβών, τό τε μίαν αἴσθησιν εἶναι, πάντων αἰσθανόμεθα, καὶ τὸ ἅμα αἰσθάνεσθαι τούτων ὧν ἅμα κρίνει τὰς διαφοράς, ἐπὶ τούτοις ἠπόρησεν, ἐπεὶ τὸ κατ᾿ ἐνέργειαν αἰσθάνεσθαί ἐστι τὸ τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης λαμβάνειν, πῶς οἶόν τε ἕν τι ὃν ἅμα πλειόνων καὶ τῶν ἐναντίων αἰσθάνεσθαι. εἰ γὰρ τοῦτο, δεήσει αὐτὸ ἅμα ἐναντία εἴδη τε καὶ πάθη δέχεσθαι, λευκότητα καὶ μελανίαν, ὅταν | τούτων αἰσθάνηται καὶ ταῦτα κρίνῃ, γλυκύτητα καὶ πικρότητα, ὁμοίως τὰ ἄλλα. ἀλλὰ μὴν ἀδύνατον τὸ τὰς ἐναντίας ἅμα κινήσεις κινεῖσθαι τὸ αὐτό, εἰς λευκότητα ἅμα καὶ μελανίαν μεταβάλλον, καὶ τὰ ἐναντία εἶναι δεχόμενον. ταῦτα δείξας καὶ ἀπορήσας, λύων τὴν ἀπορίαν ἔλαβεν τὸ ἅμα μὲν τὸ κρῖνον κρίνειν τε καὶ αἰσθάνεσθαι τῶν πλειόνων, ἓν ὂν καὶ μὴ διῃρημένον, τῷ λόγῳ κεχωρισμένον, ὡς ἓν ὃν κατ᾿ ἄλλην μὲν δύναμιν δεκτικὸν τοῦδέ τινος εἶναι, κατ᾿ ἄλλην δὲ τοῦ ἐναντίου αὐτῷ ἢ διαφέροντος, ὡς ἀδιαίρετον ὂν τῷ τε τόπῳ καὶ τῷ ἀριθμῷ, τουτέστιν τῷ ὑποκειμένῳ. τόπῳ γὰρ ἀδιαίρετον τὸ ἓν ἐν τόπῳ ὄν, τοιοῦτο δὲ συνεχὲς καὶ μὴ διηρημένον, ὃ καὶ ἔν ἐστι τῷ ἀριθμῷ. εἰπὸν δὲ τοῦτο ὡς εἰς λύσιν τοῦ ἠπορημένου ἐπήνεγκεν ἢ οὐχ οἷόν τε, δεικνὺς ὅτι μὴ λύεται τούτῳ τὸ ἠπορημένον. δύναταιι μὲν γὰρ ἕν τι ὂν κατ᾿ ἀριθμὸν τῷ λόγῳ διαφέρειν τῷ δυνάμεις ἔχειν διαφερούσας, καθ᾿ ἃς τῶν ἐναντίων ἐστὶ δεκτικόν, οὐ μὴν οὕτω τῶν ἐναντίων τὰς δυνάμεις ἔχειν, ὡς ἅμα αὐτὰ δύνασθαι δέχεσθαι. τὸ γὰρ τῶν [*](1 αἰσθάνεσθαι S2a Sp.: αἰσθάνεται VS1 7 οἷον S2a Sp.: ὅμοιον VBFS1 τὰς BSa2 Sp.: ἢ τὰς S¹F: η τὰσ sic V 8 μὴ Vict. Sp.: η (supra lit) VB: ἢ FSa ἕν scripsi: μὴ ἔν Vict. Sp.: ἢ ἕν FSa: ἡ ἐν V 13 ἓν εἶναι] ἐνεῖναι a Sp. 14 εἰ del. Sp. 15 pr. ὅτε Sp.: ὅτι libri 25 pr. τὸ suspectum 29 fortasse τῷ ⟨δὲ⟩ λόγῳ τοῦδέ S2Fa Sp.: τόδε VS 30 αὐτῷ ἢ Sp.: αὐτῷ VF: αὐτῷ αὐτῷ ἡ Sa ὡς delevi 31 τῷ τε FSa Sp.: τότε V 32 ἀδιαίρετον FSa Sp.: διαιρετὸν V 36. 37 ἐναντίων] αντίων V)
96
ἐναντίων δυνάμεις ἔχον οὐχ οὕτως ἔχειν δύναται αὐτάς, ὡς ἅμα αὐτῶν καὶ τὰς ἐνεργείας δέχεσθαι. ἀναγκαῖον γὰρ κατὰ τὰς ἐνεργείας αὐτὸ διαιρεῖσθαι, ὡς ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ἕτερον αὐτῶν γίγνεσθαι, ἐν ἄλλῳ δὲ τὸ ἕτερον, ἡ δὲ αἴσθησις ἅμα ἔκρινεν αὐτῶν τὰς διαφοράς, ὡς ἅμα αὐτῶν αἰσθανομένη καὶ τὰ εἴδη λαμβάνουσα, εἴ γε τὸ αἰσθάνεσθαι ἐν τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει. ἐπεὶ δὲ καὶ νόησις δοκεῖ τῇ τοῦ εἴδους τοῦ νοουμένου λήψει γίνεσθαι, διὰ τοῦτο εἶπεν τὸ ε ἰ τοιοῦτο αἴσ θη σις καὶ ἡ νοῇ σις. εἰπών δὲ ταῦτα καὶ δείξας, ὅτι μένει ἔτι ἡ ἀπορηθεῖσα ἀπορία ὡς μὴ δυναμένη λύεσθαι, δι’ ὧν ἐπήνεγκεν, ὡς προεῖπεν ἀλλ’ ὥσ περ ἣν καλοῦσί τινες στιγμὴν ἢ μία ἢ δύο, ταῦ τῃ καὶ διαιρετή, καὶ τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἥτις λέξις σφόδρα ἀσαφῶς τε καὶ βραχέως εἰρημένη τοιοῦτο σημαίνει. ἀξιοῖ τοιοῦτον εἶναι τὸ ὥ ἡ αἴσθησις τοῖς ζύοις γίνεται τῶν αἰσθητῶν, ὡς δύνασθαι ἅμα μὲν ἂν εἶναι, ἅμα δὲ πολλά, οὕτως ὡς καὶ τὸ σημεῖον, ὅταν ὡς πολλῶν γραμμῶν πέρας ληφθῇ. αἱ γὰρ ἀπὸ τῶν τῆς περιφερείας τοῦ κύκλου ἐπὶ τὸ κέντρον ἀγόμεναι εὐθεῖαι πέρας ἔχουσι πᾶσαι τὸ κέντρον τοῦ κύκλου, ἂν σημεῖον, ὃ σημεῖον ἂν ὃν καὶ πολλά πώς ἐστιν, ὅταν ὡς ἑκάστης τῶν γραμμῶν ἐπ’ αὐτὸ ἀχθεισῶν πέρας λαμβάνηται. εἰ γὰρ τοιοῦτό τι ἡ αἴσθησις εἴη, καθὸ μὲν ἕν τι καὶ ἀδιαίρετόν ἐστιν, ἂν ἔσται τὸ κρῖνον (ἀλλὰ καὶ ἅμα κρίνει τὰ ἐν τοῖς πέρασι 2o τῶν γραμμῶν τῷ πάντα τὰ πέρατα ἅμα εἶναι καὶ ἕν τι), καθόσον δὲ ὡς τῆσδε καὶ τῆσδε πέρας λαμβάνεται καὶ τοσαῦτα λαμβάνεται, ὅσαι καὶ εὐθεῖαι, πολλά. καὶ κατὰ τοῦτο πάλιν καθόσον μὲν οὖν πολλὰ τὰ πέρατα καὶ διαφερουσῶν γραμμῶν, πολλὰ ἔσται τὰ κρινόμενα καὶ κεχωρισμένα καὶ διαφέροντα καὶ τρόπον τινὰ οὔπω κεχωρισμένον, καθόσον τὸ κέντρον πολλά πως ἦν, ὧν ἕκαστον κριτικὸν ὃν τοῦ ἐν τῇ ἰδίᾳ γραμμῇ πάθους ὄντος, καθόσον δὲ ἂν τὸ ἐκ πάντων ἐστὶν ἀδιάφορον καὶ πάντῃ τὸ αὐτό, αὐτὸ ἔν τε ἔσται τὸ κρῖνον καὶ ἅμα κρῖνον. καὶ τὸ μὲν εἰς λύσιν εἰρημένον τῶν ἠπορημένων τοιοῦτον. τί δὲ τοιοῦτον λαμβάνειν ἔστιν ἐπὶ τῆς αἰσθήσεως, ὡς ἅμα ἕν τε εἶναι καὶ πολλά, ὁμοίως τῷ τοῦ κύκλου κέντρῳ τῷ ὡς πέρατι τῶν πολλῶν εὐθειῶν ληφθέντι, οὐ ῥλδιον εὑρεῖν. σῶμά τε γὰρ τὸ ἔσχατον αἰσθητήριον, ἐν ῴ γίνεται τὰ τῶν αἰσθητῶν πάθη, καὶ οὐχ οἷόν τε τὰ ἀπὸ τῶν πέντε αἰσθητηρίων πάθη διαπεμπόμενα ἐπ’ αὐτὸ ὡς διὰ γραμμῶν τῷ αὐτῷ μορίῳ τοῦ σώματος ἐπιβάλλειν. γένοιτο γὰρ ἂν πάλιν ἐν τῷ αὐτῷ τὰ ἐναντία γινόμενα πάθη καὶ ἐναντίαι κινήσεις, εἴ γε διὰ τοιαύτης κινήσεως ἡ κατ’ ἐνέργειαν αἴσθησις. οὐδὲ γὰρ τὰ ἀφ’ ἑνὸς αἰσθητηρίου διαπεμπόμενα ἐπ’ αὐτὸ πάθη οἷά τε κατὰ τὸ αὐτὸ μόριον αὐτοῦ γίνεσθαι, ψ οἷον, εἴ γε τῶν μὲν ἐναντίον [*](1 ἔχειν Sp.: ἔχον libi 7 τοιοῦτον ἡ Sp. 8 μένει] μὲν εἴη Sa 9 μὴ add. Vict. δ’ ὧν προεῖπεν, ἐπήνεγκεν coni. Sp.: λύ ων ἐπήνεγκεν, ὡς προεῖπον, Schwartc bene 10 ἡ μία ἔη μία V) αἱ libri: μία καὶ Vict. cf. 94,21 12 σημαίνει aSp.: σημαίνειν V A sic V 17 αὐτὸ ἀχθεισῶν] αὐτὸ ἀχθ in lit. V 22 πολλὰ Sp.: πολλαὶ libri 24 fortasse οὕ τ ω κεχ. ⟨τὸ κρῖνον⟩ κεχωρισμένα Sp. 25 τοῦ B2aSp.: τῇ V a¹F8 26 αὐτὸ ἔν Vict. Sp.: αὐτῷ ἔν li5ri 29 ὡς addidi 37 οῖον su- spectum Sωengelio fortasse ἄμα cf. 972)
97
τίων τὰ αὐτὰ τὰ αἰσθητήρια, ἀδύνα τὸν δ’ ἐν τῷ αὐτῷ αἰσθητηρίῳ κατὰ τὸ αὐτὸ μέρος ἅμα τὰ ἀπὸ τῶν ἐναντίων γίνεσθαι πάθη. ὅταν γὰρ βλέπωμεν ἅμα λευκόν τε καὶ μέλαν, οἷς μέρεσι τῆς κόρης ἑκατέρου αὐτῶν ἡ ἔμφασις γίνεται, ὥσπερ ὁρῶμεν γινόμενον καὶ ἐπὶ τῶν κατόπτρων, --- οὔτε ἐφ’ ὃ διαδίδοται ταῦτα, τοῦτο δ’ ἔστιν ὡς εἶπον τὸ ἔσχατον αἰσθητήριον, οὕτως οἷόν τε διαδιδόσθαι ὡς μὴ ἐν κεχωρισμένοις αὐτοῦ γίνεσθαι μέρεσιν, ὥστ’ ἐπὶ μὲν τοῦ σώματος ἀδύνατον λαβεῖν τι ὅμοιον τῇ εἰκόνι τῇ τοῦ σημείου τε καὶ τῶν γραμμῶν ὧν πέρας τὸ σημεῖον. ἴσως δ’ ἂν ἐφαρμόζειν δύναιτο μᾶλλον τῇ δυνάμει τῇ τοῦ σώματος ἐκείνου, ὃ λέγομεν ἔσχατον αἰσθητήριον, οὖ ἡ αἰσθητικὴ δύναμις εἶδος, ἥτις δύναμις αἰσθάνεται καὶ κρίνει τὰ ἐν τῷ σώματι, ο δύναμις καὶ εἶδός ἐστιν γενόμενα κατὰ τὴν ἀπὸ τῶν αἰσθητηρίων διάδοσιν. ἡ γὰρ δύναμις αὕτη μία οὖσα καὶ ὥσπερ πέρας τοῦ σώματος τούτου οὖ δύναμίς ἐστιν, ἐπειδὴ ἐπὶ τοῦτο τὸ ἔσχατον αἱ κινήσεις φέρονται, ἀσώματός τε οὖσα καὶ ἀδιαίρετος καὶ ὁμοία πάντ, μία οὖσα, πολλαί πως γίνονται τῷ τῶν καθ’ ἕκαστον μόριον τοῦ σώματος, οὖ δύναμίς ἐστι, κινήσεων αἰσθάνεσθαι ὁμοίως, ἄν τε κατὰ ἕν τι μόριον ἡ κίνησις ἐν αὐτῷ γένηται, ἄν τε κατὰ πλείω. ἐν γὰρ τῇ τῶν πλειόνων κρίσει πολλαί πως δυνάμεις ἡ μία γίνεται ὡς ἑκάστου μορίου πέρας οἴ κεῖον λαμβανομένη. τὸ μὲν γὰρ σῶμα οὐκ ἐδύνατο ἅμα κατὰ τὸ αὐτὸ πλείω δέχεσθαι πάθη, διὰ τὸ ἀδύνατον εἶναι τὰ ἐναντία ἐν τῷ αὐτῷ γίνεσθαι ἅμα τε καὶ κατ’αὐτό· ἐναντία (δεῦ τὸ εἶδος τὸ τοῦ λευκοῦ καὶ (τὸ⟩ τοῦ μέλανος. διὸ οὐδὲν οἷόν τε σῶμα ἅμα δέχεσθαι ταῦτα, ἀλλὰ τοῦ αἰσθητηρίου ἐκείνου κατ’ ἄλλο μὲν μόριον τάδε τινὰ τῶν αἰσθητῶν τῶν ἅμα προσπιπτόντων γίγνεται, κατ’ ἄλλο δὲ τάδε τῶν ἀπὸ τῶν πρώτων αἰσθητηρίων ε ἐπ’ αὐτὸ φερομένων τὸν τρόπον. ἡ δὲ δύναμις ἡ αἰσθητικὴ οὐκέτι κεκώλυται ἅμα τὴν κρίσιν αὐτῶν ποιεῖσθαι, ὅτι μὴ ταὐτόν ἐστι τὸ κρίνειν τῷ παθεῖν. παθεῖν μὲν γάρ τι τὸ αὐτὸ ἄμα τὰ ἐναντία ἀδύνατον, ὅτι ἀδύνατον ἅμα τι δέχεσθαι τὰ ἐναντία (ἀσυνύπαρκτα δὲ τὰ ἐναντία), κρῖναι δὲ ἅμα τὰ ἐναντία οὐδὲν ἀδυνατεῖ, ὅτι μὴ ἔστιν ἐν κρίσει ἐναντία τὸ τὸ λευκὸν λευκὸν κρῖναι καὶ τὸ μέλαν μέλαν. ὡς γὰρ ἐν τῷ πάσχειν ἐναντίον τὸ τὰ ἐναντία τὸ παθεῖν τὸ αὐτὸ μέρος καὶ ἐν ταὐτῷ χρόνῳ, καὶ διὰ τοῦτο ἐν τῷ πάσχειν τοῦτο ἀδύνατον, οὕτως ἐν κρίσει πάλιν ἀδύνατον τὸ τὸ λευκὸν ὁμοῦ μὲν λευκόν, ὁμοῦ δὲ μέλαν ὑπολαμβάνειν εἶναι. διὸ πάλιν ἐν κρίσει τὸ οὕτως ἔχον ἀσυνύπαρκτον. τὸ μὲν μέλαν μέλαν, τὸ δὲ λευκὸν λευκὸν εἰπεῖν οὐκ ἀδύνατον, ὅτι μηδ’ ἐναντίον. εἰ μὲν γὰρ ἦν ἀνάγκη καὶ ἐν τῇ δυνάμει τῇ κρινούσῃ τὰ αἰσθητὰ τὰ εἴδη πρῶτον τῶν αἴσθῃ [*](1 τὰ om. aSp. 4 fortasse ⟨οὗτε ἄμα ἐν τοῖς αὐτοῖς ἐμφαίνετα⟩ οὖτε 5 ἐφόδια διαδίδοται FS3a 8 ὧν Vict. Sp.: ὡς libi 15 fortasse γίνεται 16 κι- νήσεων scripsi: κινήσεως libri 19 λαμβάνοντος B² 21 καὶ et δὲ et τὸ addidi κατ’ αὐτὸ] κατὰ ταὐτὸ Sp. ἐ. γὰρ τὸ B² 23 ἐκείνου Sp.: ἐκεῖνο liοri 25 ἐπὶ τὸν αὐτὸν φ. τόπον coni. ὅp.: fortasse ⟨παθῶν⟩ ἐπ. αὐτὸ φ. ⟨τοῦτον⟩ τ. τρ. 28 δὲ] γὰρ a Sp. 31 τὸ del. B3 aSp. παθεῖν κατὰ τὸ BS²a Sp. 31 τῷ αὐτῷ aSp. 35 οὐκαδύνατον V 36 αἰσθητὰ] σθ in lit. V εἴδη] fortasse πάθη πρῶτον] πρὸ τῶν coni. Sp. τῶν om. ὅp.)
98
ἐγγενέσθαι, οὐδ᾿ ἂν ἐκείνη κρίνοι ἂν ἐν ᾗ τἀναντία τῷ μὴ δέξασθαι τἀναντία ἅμα οἷόν τε εἶναι· ἐπεὶ δ᾿ ἐν μὲν τῷ αἰσθητηρίῳ τὰ πάθη γίνεται, ἡ δὲ τῶν ἐν τούτῳ γινομένων κρίσις ἐν τῇ δυνάμει (οὐ γὰρ οἷόν τε ἔτι τοῦτο τὰ πάθη δέχεσθαι τὰ σωματικὰ ὂν ἀσώματον), οὐδὲν κεκώλυται τὰ ἐν τῷ αἰσθητηρίῳ γινόμενα κατ᾿ ἄλλο καὶ κατ᾿ ἄλλο μέρος ἅμα κρίνειν ἡ δύναμις ἡ παντὸς αὐτοῦ. ἡ γὰρ αἴσθησις κρίσις ἐστὶ τῆς αἰσθητικῆς δυνάμεως τῶν αἰσθητῶν διὰ τῶν αὐτῶν ἐν τῷ αἰσθητηρίῳ γινομένων παθῶν δι᾿ αὐτῶν, γίνεται δὲ οὕτως ἡ αὐτὴ καὶ μία δύναμις πολλαί πως ἅμα γινομένη τῷ τῶν καθ᾿ ἕκαστον μέρος τοῦ αἰσθητηρίου παθῶν γινομένων ἅμα ποιεῖν αἰσθητὴν κρίσιν. ἡ γάρ κρίνουσα δύναμις τὸ κατά τι ἕν μέρος τοῦ αἰσθητηρίου γινόμενον πάθος αὐτὴ κρίνει καὶ τὰ κατὰ πάντα τὰ μόρια ἅμα δ᾿ αὐτοῦ γινόμενα πάθη, ἡ αὐτὴ καὶ μία καὶ πολλαί πως γινομένη κατὰ τὴν τῶν μερῶν τοῦ αἰσθητηρίου καθὸ πάσχει διαίρεσιν, ὡς ἐγίνετο καὶ τὸ σημεῖον ἕν ὂν πολλὰ κατὰ τὸ πλῆθος τῶν γραμμῶν διαιρούμενον ὧν ἡ ἑκάστῃ πέρας.