Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

θσα γὰρ τῶν μεμιγμένων ὕ δατος πλέον ἢ γῆς ἔχει, παχύνεται μὲν ὑ πὸ πυρός, πήγνυται δέ, ὅσα γῆς πλέον, δι’ ὧν ἔδειξεν, ὅτι καὶ τὸ νίτρον καὶ οῖ ἄλες γῆς εἰσι μᾶλλον (πηκτὰ γάρ ἐστι τῷ θερμῷ, ὧν καὶ λίθος καὶ κέραμος). ἑξῆς περὶ ἐλαίου ήπόρησεν (οὔτε γὰρ πήγνυται ὑπὸ ψυχροῦ, ὃ ἔπασχε τὰ ἐξ ὕδατος ὄντα, οὕθ’ὑπὸ θερμοῦ πήγνυται, ὃ πάσχει τὰ τὸ πλεῖον ἔχοντα γῆς, τὸ δὲ πήγνυται μὲν ὑπ’ οὐδετέρου, παχύνεται δὲ ὑπ’ ἀμφοῖν), αἰτίαν ἀπέδωκε τὸ εἶναι πλῆρες ἀέρος, οὗ σημεῖον παρέθετο τὸ ἐποχεῖσθαι τῷ ὕδατι, ὃ ποιεῖ ὁ ἀὴρ καὶ ὅσα ἔχει πολὺν ἀέρα ἐν αὐτοῖς, ὡς τὰ ξύλα. ἐφ’ οἷς πῶς μὲν ὑπὸ τοῦ ψυχροῦ παχύνεται τὸ ἔλαιον εἶπεν, πῶς δὲ ὑπὸ τοῦ θερμοῦ. τὸ μὲν γὰρ ψυ χρὸν πα χύνει αὐτὸ μεταβάλλον τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ τῇ ψύξει (ἡ γὰρ τοῦ ὕδατος ψῦξις τῷ ἐλαίῳ παχύτερον αὐτὸ ποιεῖ), ὑ πὸ δὲ πυρὸς καὶ χρόνου πα χύνεται καὶ λευκαίνεται, λεθκαίνεται μὲν ὲξατμέζοντος τὸ ύπολειπόμὲνον ὑδατῶδες ἐν αὐτῷ, πα χύνεται δὲ διὰ τὸ μεταβάλλειν τὸν ἀέρα τὸν ἐν ἑαυτῷ εἰς ὕδωρ ὑπὸ τοῦ θερμοῦ μαραινόμενον. μαραίνεται γὰρ ὑπὸ τοῦ πλείονος θερμοῦ τὸ ἔλαττον. μεθ’ ἃ καθόλου ἔλαβεν ὡς δεδειγμένον τὸ ὅ κα μὲν τῶν μικτῶν μὴ πα χύνεται ὑ πὸ ψυχροῦ, ἀλλὰ πή γνυται, μᾶλλον ταῦτα ὕ δατος εἶναι, (τοιαῦτα οἶνος ὄξος κονία οὖ ρον ὀρρος), ὅσα δὲ παχύνεται ὑ πὸ τοῦ πυρὸς μὴ ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, τὰ μὲν γῆς τὰ δὲ κοινὰ ὕ δατος καὶ ἀέρος, μέλι μὲν γῆς, κοινὰ δὲ ἔλαιον μέλι γάλα οἶμα. λέγει δὲ κοινὰ εἶναι ὕ δοτός τε καὶ γῆς, ὥσπερ ἦν τὸ μέλι, οὕτω δὲ καὶ τὸ γάλα, τὸ οἶμα. τοῦ δὲ τὸ γάλα ἐξ ἀμφοῖν ἄν πλεῖον γῆς ἔχειν παρέθετο δεικτικὸν [*](1 ὑπὸ] fortasse ἐπὶ 6 ἀλλατήκεται V ὅσα add. Vict. e; Arist. 383 b9 7 κέραμος Vict. cf. Arist. 383 b11: κέρας libri 8 τῆς γῆς Arist. 9 γίνονται delevi δὲ Sp.: τε libri λυτὰ Vict. cf. l. c. 383 b 13: αὐτὰ libri 10 οὐσίᾳ Vict.: οἰκείᾳ libri 11 οὺῖ ἐν] οὐδὲν a Sp. 14. 15 παχύνεται μὲν ὑπὸ πυρὸς addidi ex, Arist. 383b18: παχύνεται τῶ θερμῷ add. Vict. 15 ἔδειξεν] 114,14—115,22═arist. Meteor. IV, 7. 383b—384b 23 17 ἐξ ἧς a fortasse ἀπορήσας 19 τὸ (pr) Sp.: τε libri 20 οὖ αἰτίαν Vict. 21 ἅ Sp.: ὃν libri 22 εἶπεν Schartt: εἰς τὸ ἓν (ἐν V) libri 26 λευκαίνεται add. Sp. ex; Arist. 30 μᾶλλον Sp. ex Arist.: μάλα libri 31 ἀρρος Sp.: ὄρρος Vict.: ὀρός VB: ὄρος FSa 33 μέλι γάλα οἶμα del. Sp. 34 οὕτω Sp.: τούτ libri 35 καὶ τὸ οἶμα Vict.)

115
τὸ ἐὰν δὴ χωρισθῇ ὁ ὄρρος τοῦ γάλακτος ἑψομένου τοῦ γάλακτος ἐκκαίεσθαι αὐτό, ὡς καὶ τῶν ἄλλων τῶν ἑψομένων, ἃ πλεῖον γῆς ἔχει. ἐφ’ οἷς τὰς αἰτίας ἀπέδωκε τοῦ τὰ μὲν λυτὰ τῶν πεπηγότων εἶναι, τὰ δὲ ἄλυτα. λυτὰ μὲν νίτρον ἄλες, ἅλυ| τον δὲ κέραμος, καὶ τὰ μὲν μαλακτὰ ὡς κέρας, τὰ δὲ ἀμάλακτα ὡς κέραμος καὶ λίθος. ἡ δ’ αἰτία, ἐπεὶ δύο ἐστὶ τὰ πηγνύντα, ὡς εἴρηται, θερμόν τὲ καὶ ψυχρόν, λύε σθαι αὐτά ποτε ἀνάγκη ψυχρῷ τε καὶ θερμῷ, τὰ μὲν ὑπὸ θερμοῦ παγέντα ψυχρῷ, τὰ δ’ ὑπὸ ψυχροῦ θερμῷ. διὸ τὰ μὲν πυρὶ λύεται τὰ ὅσα ὕδατι ἐπάγη, τὰ δὲ ὕδατι, ὅσα ὑπὸ πυρὸς ἐπάγη. ὑπὸ ὕδατος μὲν οὖν λυθήσεται, ὅσα ὑπὸ πυρὸς πέπηγεν μόνου, ὑπὸ δὲ τοῦ πυρὸς πάλιν, ὅσων ὕδωρ τῆς πήξεως αἴτιον. εἰ δή τινα ὑπ’ ἀμφοῖν μὲν πηγνύμενα, τα ῦτα ἄλυτα ἔσεσθαι μάλιστα, πήγνυται δὲ ὑπ’ ἀμφοῖν, ὅσα προθερμανθέντα πήγνυσι τὸ ψυχρόν, οὖ τὴν αἰτίαν ἀπέδωκεν. ὅταν γὰρ ὑπὸ τοῦ θερμοῦ τῶν ὑπὸ ἀμφοῖν πηγνυμένων ἐξατμισθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ πηγνυμένῳ, τὸ ψυχρὸν μετὰ ταῦτα συνθλίβει τε αὐτὸ καὶ οὕτως πυκνοῖ, ὡς μηδὲ διδόναι μηδ’ ὑγρῷ δίοδόν τινα, καὶ διὰ τοῦτο ὑπ’ ἀμφοῖν ἄλυτα τὰ οὕτω παγέντα. λέγει δὲ καὶ τὸν σίδηρον ὑπ’ ἀμφοῖν πήγνυσθαι, πρῶτον γὰρ ὑπὸ πυρὸς τακέντα (ἡ γὰρ γένεσις αὐτοῦ διὰ τούτου), μετὰ ταῦτα ὑπὸ ψυχροῦ πήγνυσθαι, διὸ καὶ πρὸ ὀλίγου αὐτὸν εἶπεν οὐ τήκεσθαι, ἀλλ’ ἐλαύνεσθαι καὶ μαλάσσεσθαι. οὐδὲ τὰ ξύλα δὲ τηκτὰ εἶπεν εἶναι, ἀλλὰ καυστά, διότι ἐκ γῆς ἐστιν καὶ ἀέρος, ἀλλ’ οὐχ ὕδατος, οὗ σημεῖον παρέθετο πάλιν τὸ ἐποχεῖσθαι αὐτὰ τῷ ὕδατι· ὁ γὰρ ἀὴρ τοιοῦτος.

εἴπει τινὰ ὡς προέγραψεν τῇ ἐπιδρομῇ τῶν εἰρημένων ἐν τῇ τετάρτῃ τῶν ετεωρολογικῶν Ἀριστοτέλους.