Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰπὼν ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν τεσσάρων στοιχείων, πυρὸς ἀέρος ὕδατος γῆς, τίς αὐτῶν ἡ κατ᾿ εἶδος οὐσία τε καὶ αἰτία, δείξας δ᾿ οὖσαν αὐτοῖς καὶ τὴν γένεσιν ἐξ ἀλλήλων κατὰ τὴν τῶν εἰδοποιουσῶν αὐτὰς διαφορῶν εἰς ἀλλήλας μεταβολήν, ἐν τούτῳ τῷ ἐπιγραφομένῳ μὲν τετάρτῳ Μετεωρολογικῶν, ὄντι δὲ μᾶλλον οἰκείῳ τῇ περὶ γενέσεώς τε καὶ φθορᾶς πραγματείᾳ πρῶτον ὑπέμνησεν τῶν εἰδοποιουσῶν τὰ στοιχεῖα τὰ τέσσαρα διαφορῶν, αἳ ἦσαν δύο αἱ πρῶται τῶν ἁπλῶν ἐναντιώσεων, θερμότης ψυχρόςης, ὑγρότης ξηρότης. τούτων γὰρ τετραχῶς συνδυαζομένων ἀλλήλοις ἕκαστον αὐτῶν εἰδοποιεῖται. μεθ᾿ ἃ ἔδειξεν τῶν τεσσάρων τούτων διαφορῶν τὰς μὲν δύο ποιητικὰς οὔσας, θερμότητά τε καὶ ψυχρότητα, παθητικὰς δὲ τὰς δύο, τήν τε ξηρότητα καὶ τὴν ὑγρότητα, καὶ ἑκάστῳ τῶν στοιχείων ἐξ ἑκατέρων τῆς ἐναντιώσεως τὴν ἑτέραν, ὡς καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δύναμιν ἐν ἑαυτοῖς πάντα. μεθ᾿ ἃ προέθετο μὲν εἰπεῖν τὰ ἔργα τὰ γινόμενα ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ἅ ἐστιν, ὡς ἐρεῖ, πέψις, ἀπεψία, καὶ τὰ ἑκατέρου τούτων εἴδη, ἔτι δὲ τῶν πασχόντων ὑπ᾿ αὐτῶν, ταῦτα δέ ἐστι ξηρόν τε καὶ ὑγρόν, τὰ εἴδη τε καὶ τὰς διαφοράς. καὶ πρῶτον εἰπὼν ἐν οἷς ἐστίν τε καὶ γίνεται ἡ τοιαύτη μεταβολή, ὅτι ταῦτ᾿ ἐστὶν τὰ πεφυκότα καὶ τὰ ζῷα καὶ τὰ τούτων μέρη, ὡς δ’ ἐκ τῆς τῶν τεσσάρων σωμάτων συνόδου τούτων ὄντων τῶν [*](6 του V 11 ἐπεὶ Vict.: ἐπὶ libri 11. 12 fortasse καὶ τούσδε μᾶλλον [ἢ] ἀντὶ 18 φθορᾶς B²S²a Sp.: διαφθορᾶς VFB¹S 20 τὴν Sp.: τὰς VBSa τὰ 22 δε V 23 πρωιον] 108,28—110, 26 ═ Meteor. IV, 1. 378b 10—379b 9 26 συνδοιαζομένων V 29 fortasse ἑκατέρας 30 fortasse πάντα ⟨ἔχειν⟩ 31 μὲν] cf. 11027 33 πάσχον| V 36 δ᾿ del. Sp.)

109
προηγουμένως γινομένων κατὰ φύσιν, καὶ ἐπὶ τούτοις ἀποδιδούς, τί ἐστιν ἡ πλῆ τ ε καὶ ἡ φυο σικὴ γένε σις, ὅτι γὰρ μεταβολὴ ὑ πὸ τῶν ποιητικῶν δυν άμε ων θερμότητός τε καὶ ψυχρότητος τῆς ὑποκειμένης ὕλης ἐν ἑκάστῃ φύσει κατὰ τὰς δυνάμεις τὰς παθητικάς, ξηρότητά τε καὶ ὑγρότητα, ὅτανἔχωσι λόγον πρὸς ἀλλήλας, ὡς δύνασθαι τὰς μὲν ποιεῖν τε καὶ μεταβάλλειν, τὰς δὲ μεταβάλλεσθαί τε καὶ πάσχειν ---. γεννῶ σι γὰρ τὸ θερμὸν καὶ τὸ ψυγχρὸν τὰ ὑπ’ αὐτῶν κατὰ ταῦτα γεννώμενα, κρατοῦντα τῆς ὕλης, ὕλη δέ ἐστιν αὐτοῖς ἡ ἑτέρα ἐναντίωσις, ἥ ἐστι τὸ ξηρόν τε καὶ ὑγρόν. ὅ ταν δὲ μὴ κρατῇ μηδὲν τούτῳ τῷ λόγῳ πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην, ἢ εἰ μὲν εἴη κατὰ μέρη τινὰ μὴ κρατοῦντα τῆς ὑποκειμένης ὕλης, μώλυο κίς τε καὶ ἀτ πεψία γίνεται, εἰ δ’ ἐν τῇ γενέσει καθόλου γίνοιτο ἡ τοιαύτη τῶν ποιητικῶν ἀσθένεια, εἰς σῆψιν ἡ μεταβολή. γὰρ κατὰ φύσιν πᾶσα φθορὰ ὁδός ἐστιν εἰς σῆψιν, κατὰ φύσιν δ’ ἡ εἰς φθορὰν ὁδὸς διὰ γήρως τε καὶ αὐάνσεως, ὧν ἡ μὲν ξηρότης τε καὶ αὔανσις εἴη ἂν ἐπὶ τῶν φυτῶν κυριώτερον λεγομένη, τὸ δὲ γῆρας ἐπὶ τῶν ζύων, εἴ γε κατὰ μὲν τὴν ἐν τοῖς μέρεσιν ἀσθένειαν τῶν ποιητικῶν δυνάμεων --- γίνεσθαι τήν τε μώλυσιν καὶ ἀπεψίαν, ὧν μώλυσις μὲν πάλιν κυριώτερον ἂν ἐπὶ τῶν μερῶν τῶν ζῴων ---. ἀπάντων γὰρ κατὰ φύσιν γενομένων τὸ κατὰ φύσιν τέλος σαπρότης τε καὶ σῆψις. οὐ γὰρ κατὰ φύσιν ἡ βίαιος φθορά. διὰ τοῦτο γὰρ τὰ κατὰ φύσιν φθειρόμενα πρῶτον μὲν εἰς ὑγρότητα μεταβάλλει τῷ μηκέτι κρατεῖν τὴν ἐν αὐτοῖς θερμότητα τῆς ὑγρότητος, ὡς πέττειν αὐτὴν δύνασθαι, τέλος δέ, τῆς αὐτῆς ὑγρότητος διατμηθείσης καὶ συνεκκριθείσης, ἐκκρινομένης καὶ διακρινομένης τῇ θερμότητι, τὰ ὑπολειπόμενα ξηρά. γίνεται γὰρ τῶν σηπομένων τέλος τὸ εἰς ταῦτα διαλυθῆναι, ἐξ ὧν ἐγένετό τε καὶ συνέστη, ὁριζόντων καὶ μιγνύντων τῷ ἕηρῷ τὸ ὑγρὸν τῶν ποιητικῶν, ἃ ἦν τὸ θερμὸν καὶ ψυχρόν. γίνεται δ’ ἡ τοιαύτη φθορά, τουτέστιν ἡ κατὰ φύσιν, ὅταν διὰ τὸ περιέχον κρατῇ τοῦ ὁρίζοντος, ὅπερ ἦν τὸ θερμὸν προηγουμένως, τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ ἦν ὑγρόν τε καὶ ἔηρόν, ἀναλισκομένου ὑπὸ τῆς ἐν τῷ περιέχοντι πλείονος θερμότητος τοῦ ἐν τοῖς φθειρομένοις τε καὶ σηπομένοις θερμοῦ ἡ τῶν πασχόντων γίνεται. καθόλου γὰρ σῆψίς τε τῶν σηπομένων γίνεται διὰ τὸν χωρισμὸν τῆς φύσεως ἐξ αὐτῶν, φύσις δ’ ἐν ἑκάστῳ τῆς κινήσεως ἐν αὐτοῖς ἀρχή, ἐστὶν δ’ ἐν πᾶσι τοῖς κατὰ φύσιν συνεστῶσι προηγουμένως τοιοῦτο θερμόν. μεθ’ ὃ λόγον ἀπέδωκε σήψεως, φθορὰν αὐτὴν εἰπών εἶναι τῆς ἐν ἑκάστῳ περιέχοντι. ἐπεὶ δὲ κατ’ ἔνδειαν θερμοῦ ἡ σῆψις, πᾶν δὲ τὸ τοιαύτης δυνάμε ως ἐνδεὲς ψυχρόν, ἀμφότερά πως ποιητικὰ τῆς σήψεως [*](6 tale quid excidit τῆς γενέσεως καὶ φθορᾶς λόγον ἀπέδωκε 9 temptavi μηδὲν τού τῶν τῷ ⟨μὴ⟩ λόγον (ἐν λόγῳ—εἶναι?) π. τ. ὑ. ἀ. ὕ. ἔ χε ἱν, εἰ cf. Alex. sad Arist. Met.127r9 10 ἤ del. Sp. 12 ἡ add. Vict. 15 εἴγε] εἰ δὲ Sp. fort. recte 16 foutasse ⟨εῦλογον⟩ γίν. 18 fortasse ζῴων 127r16 22 ὡς διατμ. Sp. 24 σηπομένων Vict.: σημαινομένων libri fortasse ταὐτὰ 28 ὃ ἦν scripsi: ἢ ὄν libri: ὄν Sp. 29 γὰρ ὑπὸ Vicl. 31 τε] ἐπὶ coni. Sp. 32 φύσεως Vict. Sp.: σήψεως libri ἐν θερμότητος οὐ. a 35 ⟨θερμότητος τῆς (immo τῆ) ἐν τῷ> περ. Vict. 36 τοιαύτης seipsi: τῆς libri, cf. l. c.127v 1)
110
γίνεται, τὸ θερμόν τε καὶ ψυχρόν· γίνεται γὰρ ὑπὸ πλήθους ἑκατέρου τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ, ἀλλὰ ψυχροῦ μὲν οἰκείου, θερμοῦ δὲ ἀλλοτρίου. διὰ γὰρ τὴν τοιαύτην καὶ τοῦτον τὸν τρόπον γινομένην μεταβολὴν τὰ κη πόμενα ηρότερα γίνεται καὶ τέλος γῆ καὶ κόπρος. γίνεται γὰρ τοῦτο ὅτι ἐξιόντος ἐξ ἑκάστου τῶν σηπομένων τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται καὶ τὸ οἰκεῖον ἐν αὐτοῖς ὑγρόν, αἴτιον γίνεται τῆς ξηρότητος, τῷ μηκέτι ἐν αὐτοῖς εἶναι τὸ ἐπαγόμενον καὶ ἐπισπώμενον τὸ ὑγρόν, ὃ ἦν ἔμφυτος ἐν ἑκάστῳ θερμότης. προσέθηκεν δὲ ἀκόλουθον οὖσαν τοῖς προειρημένοις καὶ τὴν αἰτίαν τοῦ μὴ ὁμοίως ἐν τοῖς ψύ χεσι σήπεσθαί τινα. τῷ γὰρ ἔλαττον τοῦ χειμῶνος εἶναι τὸ θερμὸν ἐν τῷ περιέχοντι οὐχ οὕτως μαραίνεταί τε καὶ κατισχύεται τὸ ἐν ἑκάστῳ θερμὸν οἰκεῖον, ἀλλ’ οὐδὲ τὰ πεπηγότα διὰ ψυχρότητα ὁμοίως σήπεται τῷ διὰ ψυχρότητα πλείονα μὴ κρατεῖσθαι ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος, ἐπεὶ δὲ εἰ ἔμελλεν αὐτὸ κινεῖν τε καὶ μεταβάλλειν, τῷ κρατεῖν κινεῖν. ἀλλ’ οὐδὲ τὰ ζέοντα σήπεται, διότι καὶ τῆς ἐν τούτοις θερμότητος ἐλάττων ἡ ἐν τῷ περιέχοντι αὐτὰ ἀέρι θερμότης. ἀλλ’ οὐδὲ τὰ κινούμενα καὶ ῥέοντα ὁμοίως ὑπὸ τοῦ ἐν τῷ περιέχοντι θερμοῦ κρατεῖται τοῖς ἀκινητίζουσί τε καὶ ἡρεμοῦσι. καὶ γὰρ οὕτως ἀσθενεστέρα γίνεται ἡ ἐν τῷ ἀέρι θερμότης ἐν τῷ κινουμένῳ. ἡ γὰρ κίνησις συναύξει τὸ ἐν ἑκάστῳ θερμὸν ῥιπίζουσά τε καὶ ἐξάπτουσα. τὴν δ’ αὐτὴν αἰτίαν εἶπεν εἶναι καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου μεταβάλλειν τε καὶ σήπε σ θ αι. πλεῖον γὰρ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐν τῷ πλείονι, διὸ κρατεῖ ταῦτα τῶν ἐν τῷ περιέχοντι δυνάμεων. αὕτη γὰρ αἰτία, καὶ ἡ θάλαττα καὶ τὸ ἄλλο ὕδωρ διαιρούμενον σήπεται. εἶπεν καὶ τὴν αἰτίαν τοῦ ἐκ τῶν σηπομένων γεννᾶσθαί τινα ζῶα. ἡ γὰρ ἐκ τῶν σηπομένων ἐκκρινομένη θερμότης οὖσα φυσικὴ γεννᾷ τινα καὶ συνίστησι τὰ ἐκκριθέντα, ἐν οἷς ἂν εὔκρατα τύχῃ γενόμενα.