Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν, τοῦ δὲ θέρους ἀντιπεριέστηκε μᾶλλον τὸ θερμὸν εἰς τὸ ἐκτός, διὰ τί τοῦ θέρους ἐσμὲν ὑπνωτικώτεροι; εἴ γε ὁ ὕπνος γίνεται τῷ κατέχεσθαι [*](1 τὸ δὲ μὴ V¹GFL: τῶ δὲ μὴ S¹: οὐ τῶ μὴ V2B1: οὐ τῷ BS2a Sp. 4 αὐτὸ] οὐ τῷ Vict. (sic) 4 οὐ τῷ] οὕτω a 5 αὐτῶν V2B2  Sp.: αὐτῷ V¹GFSB¹La αὐτῷ V 7 νῦν δὲ οὐδεὶς χρόνος ἐστίν coni. B² 8 excidit tale quid οὐδὲ τὰ ἐναντία ὁμοίως κεκώλυται ἐν τῷ δεκτικῷ γενέσθαι δεκτικῷ] ῷ in lit. V 11 δεκτικῷ V2B2S2a Sp.: ζωτικῷ V¹B¹: ζώῳ μικρῶ GFS1L fortasse 〈τῷ〉 δύναμιν 12 τὸ τοῦτο V¹GSa: τὸ τούτου V2B: fortasse ⟨τούτου⟩ τὸ τούτου ἔχ. τοῦ ποι. coni. Sp. εἴ τί ἐστι ἐν scripsi: εἴ τέ ἐστι ἐν VFS¹B¹GL (sed εἶτε FS ἔν τε B¹): ὅτε δὲ ἐν S2a Sp.: ὅτέ ἐστιν ἐν B² 16 ἔχειν] ἔ in lit. V 16. 17 καὶ τὸ ⟨ἐναντίον⟩ scripsi: καὶ τοῦ V: καὶ τοῦ μὴ GFS1L: καὶ τοῦ μεταβάλλειν V2BS²a Sp. 17 μὴν] η in lit. V ὄντωσ V1 18. 19 αὐτῷ ἐστι ἐν αὐτῷ VGFB coni. Sp.: ἐν ἂν τῷ ἐν αὐτῷ Sa: ἐν τίω ἐστὶν ἐν αὐτῷ L 19 ὅτε γὰρ V2BS2a Sp. 21 τό τε 〈τῷ〉 coni. Sp. προειληφέναι] infra alterum ε paullulum erasum V 22 τούτου] fortasse τοῦτο 25 ἀντιπερίστασιν (post medium ι paullhulum rasum) VS2Ba Sp.: ἀντιπεριίσταται FS¹L 26. 27 ἀντιπερίστασιν VS2a Sp.: ἀντιπεριιστησι FB¹L 27 δε V1 28 εἴγε VGFS1L: ἢ B2 (in lit.) S2a Sp.: fortasse 〈ἢ〉 εἴγε)

34
ὑπὸ τῆς κατενεχθείσης ἀναθυμιάσεως ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν θώρακα τὸ σύμφυτον ἡμῖν θερμόν (ἡ γὰρ τούτου αὐτόθι συστολὴ αἰτία τῆς ἀργίας ταῖς αἰσθήσεσιν), ἥτις γίνεται κατοχὴ τοῦ θερμοῦ περὶ τὸν θώρακα, ἕως ἂν ἡ κατενεχθεῖσα ἀναθυμίασις οὖσα παχεῖα ὑπὸ τῆς κατεχομένης ὑπ’ αὐτῆς θερμότητος ἀθρόας αὐτόθι συνεσταλμένης πεφθῇ τε καὶ λεπτυνθεῖσα διακριθῇ, κατ᾿ αὐτὴν κατὰ φύσιν αἰτία τοῦ ὕπνου καὶ τοῦ ἐν τῷ χειμῶνι καὶ τοῦ ἐν τῷ θέρει γινομένου. τοῦ μὲν χειμῶνος τῷ ὑπὸ τοῦ περιέχοντος μᾶς ἀέρος ὄντος ψυχροῦ ἐπιψύχεσθαι τὴν ἐπιφάνειαν οὐχ ὁμοίως τὸ σύμφυτον ἡμῖν θερμὸν ἐπ᾿ αὐτὴν ἐπιρρεῖ τε καὶ χεῖται ἐπ᾿ αὐτῇ, ἀλλ᾿ ἔστιν ἔνδον περὶ τὸν θώρακα καὶ τὴν καρδίαν πλεῖον συνηθροισμένον (διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως οὔτε ὁμοίως κρατεῖται, κρατηθέν τε τῷ πλήθει ταχέως πέσσει τε καὶ λεπτύνει τὴν κατέχουσαν ἀναθυμίασιν αὐτό· διὸ οὔτε ῥᾴδιοι οἱ τοῦ χειμῶνος ὕπνοι οὔτε πολυχρόνιοι) τοῦ δὲ θέρους διὰ τὴν τῆς ἐπιφανείας μανότητα τὴν γινομένην ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος τὸ σύμφυτον ἡμῖν θερμὸν πλεῖον ἐπ᾿ αὐτὴν φερόμενον καὶ διαπνεόμενον ἔλαττόν ἐστι περί τε τὸν θώρακα καὶ τὴν καρδίαν· διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως κρατούμενόν τε καὶ κατεχόμενον ῥᾳδίως, ἔτι τε μὴ δυνάμενον ὁμοίως αὐτὸ διακρίνειν τε καὶ λεπτύνειν δι᾿ ὀλιγότητα, ἐπὶ πλείονα χρόνον κρατούμενον ὑπ᾿ αὐτοῦ, αἴτιον γίνεται πλειόνων ἡμῖν ὕπνων τοῦ θέρους. ἴσως δὲ καὶ ἡ τῶν νυκτῶν βραχύτης φαντασίαν ἡμῖν πλείω παρέχει τοῦ δοκεῖν τοῦ θέρους κοιμᾶσθαι πλείω διὰ τὸ καὶ τῆς ἡμέρας ἐπιλαμβάνειν τι. εἴη δ᾿ ἂν καὶ δι᾿ ἀσθένειαν τῶν αἰσθητηρίων τὴν γινομένην ὑπὸ τῆς περιεχούσης ἡμᾶς τοῦ θέρους θερμότητος πλείων ὁ ὕπνος γινόμενος τοῦ θέρους. ηροτέρων γινομένων ὑπὸ τῆς ἔξωθεν θερμότητος αὐτῶν, καὶ διὰ τοῦτο μὴ δυναμένων ἐνεργεῖν, ἡ εἰς ὕπνον γίνεται καταφορὰ τοῦ ἐν αὐταῖς ὄντος οἰκείου τε καὶ ἐμφύτου θερμοῦ ἐξασθενοῦντος πρὸς τὴν ἐνέργειαν τῷ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ πλείονος ὄντος κρατεῖσθαι, ὃ καὶ τὸ τῶν λύχνων φῶς ὁρῶμεν πάσχον ὑπὸ τοῦ φωτὸς τοῦ τῆς ἡμέρας.