De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ πρὸς τοὺς λέγοντας δὲ ἐν τῇ χιόνι φωτοειδές τι πνεῦμα ἀπειλῆφθαι καὶ τοῦτο τῆς λευκότητος αἴτιον εἶναι ῥητέον·

πῶς οὐ συγκρίνεται τοῦτο ὑπὸ τῆς ψυχρότητος;

ἔτι πῶς μετὰ τὴν κλάσιν ἤτοι τὴν ἀπὸ τοῦ κατόπτρου ἢ τὴν ἀπὸ τῶν διαφανῶν ἔτι τὸ τῆς ἐπερείσεως σώζεται;

ζεται;

οὐδὲ γὰρ ἐπὶ βακτηρίας τοῦτο δυνατόν·

πάντα γὰρ τὰ κεκλασμένα, ὥσπερ τὰ πηρὰ σώματα πρὸς τὰς ἐνεργείας, κἀκεῖνα πρὸς τὰς ἐπερείσεις ἐκλύεται.

ἔτι εἰς φρέαρ βαθὺ καὶ ζοφερὸν ἀποβλέψαντες τί δή ποτε τὸ μὲν ὕδωρ οὐχ ὁρῶμεν, τὴν δ᾿ ἑαυτῶν ἔμφασιν ὁρῶμεν;

γελοῖον γὰρ τὸ [*](150r) λέγειν τῷ μὲν ὕδατι μὴ γίνεσθαι ἐπέρεισιν, κλασθέντος δὲ τοῦ μὴ ἐπερείσαντος τῷ ὕδατι ἐπέρεισίν τινα μετὰ τὴν κλάσιν γίνεσθαι τῷ κεκλασμένῳ.

ὅμοιον γὰρ τῷ φάναι κλασθείσης ῥάβδου καὶ διπλωθείσης τὸ μὲν κατὰ τὴν κλάσιν ἀντέρεισιν ἡμῖν αἰσθητὴν μὴ παρέχειν, διὰ δὲ τῆς κλάσεως θατέρῳ τῶν περάτων ἀντερείδειν δύνασθαι.

ἔτι εἴπερ διὰ πάντων κεχώρηκεν τὸ πνεῦμα, δῆλον ὅτι καὶ διὰ τῶν τοίχων, ὥσπερ καὶ διὰ τῶν διαφανῶν.

τί δή ποτ᾿ οὖν τὸν μὲν ἐν τοῖς διαφανέσιν ἀέρα συνεντείνομεν καὶ ὁρῶμεν δι᾿ αὐτῶν, τὸν δὲ ἐν τοῖς μὴ διαφανέσιν οὔτε συνεντείνομεν οὔτε ὁρῶμεν δι᾿ αὐτῶν;

εἰ δὲ λέγοιεν τὸ στερεὸν ἐπιπροσθεῖν, στερεὰ καὶ ἡ ὕαλος καὶ τὸ κέρας καὶ οἱ διαφανεῖς λίθοι.

εἰ γὰρ ταῦτα λέγοιεν μὴ στερεά, διότι εὔθραυστα, καὶ διὰ τοῦτο δι᾿ αὐτῶ ὁρᾶν ἡμᾶς, εὔθραυστος οὐδὲν ἧττον τούτων καὶ ὁ κέραμός ἐστιν, ὥστε ἐχρῆν ἡμᾶς ὁρᾶν καὶ διὰ τούτου.

τί ποτ᾿ οὖν τὸ ἐπιπροσθοῦν τοῖς τοιούτοις καὶ διὰ τί ὁ μὲν ἀὴρ διήκει διὰ πάντων, τὸ δὲ φῶς λεπτότερον αὐτοῦ ὂν οὐ διήκει;

ἐχρῆν γάρ, ὅπερ εἰ ἐγίνετο συνέβαινεν ἄν, μηδαμοῦ γίνεσθαι σκιὰν διὰ παντὸς ἰόντος τοῦ φωτὸς καθάπερ καὶ τοῦ ἀέρος.

πῶς δέ φασι κατὰ τὸ πέρας τυποῦσθαι τὸν ἀέρα προσπίπτοντα τοῖς ὁρωμένοις;

τὰ γὰρ μάλιστα λεπτὰ καὶ ὑγρὰ τῶν σωμάτων οὐ δυνατά ἐστι τὸ ἐνσημαινόμενον δέχεσθαι, ὥσπερ δι᾿ ὑγρότητα ὕδωρ καὶ πηλὸς ἢ ἀὴρ ὑγρός.

ἔτι, εἰ καὶ δοθείη τυποῦσθαι καὶ δέχεσθαι τὸ ἀποματτόμενον, πῶς ἄλλο τι παρὰ τὸ σχῆμα δύναται δέξασθαι;

χρῶμα γὰρ οὐδενὸς οὔτε ἐνσημαίνεσθαι πέφυκεν οὔτε ἐν τοῖς ἐκτυπουμένοις ἐγγίνεσθαι, ὥστ᾿ ἔδει χρόας ἡμᾶς μὴ ὁρᾶν, σχῆμα δὲ μόνον.

τάχα δὲ οὐδὲ σχῆμα.