De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ καὶ μηκέτι ὁρώμενον ἔτι μέμικται πυρί, οὐ διότι ὁρατόν ἐστιν, διὰ τοῦτο πυρὸς ἔχει·

καὶ γὰρ μηκέτι ὁρατὸν ὂν μηδὲ ὁρώμενον ἔτι κεκοινώνηκεν πυρὸς τότε.

ἔτι πῶς ἐκ τῆς τῶν τοιούτων συνθέσεως τὸ ὁρατὸν ἔσται;

οὐ γὰρ δὴ ἐκ τῶν ἀμίκτων ἡ σύνθεσις μῖξίν τινος τῶν ἄλλων ποιήσει.

εἰ δὲ ἡ τῶν τοιούτων σύνθεσις ἀόρατος ἔσται τῷ ἄμικτον ἕκαστον αὐτῶν εἶναι πυρός, δυνήσεταί τι οὕτως συντιθέμενον σῶμα ἐπ᾿ ἄπειρον αὐξόμενον ἀόρατον μένειν.

ὁμοίως δὲ καὶ ἀναφές, εἰ ἐκ τῶν καθαρευόντων τῆς γῆς συντίθοιτο.

ἔτι πότερον λέγουσιν ἀδύνατον εἶναι τὴν ὕλην θερμότητα καὶ ξηρότητα δέξασθαι καὶ πῦρ γενέσθαι ἄνευ ψυχρότητος καὶ ξηρότητος, ἐν οἷς τῇ γῇ τὸ εἶναι, ἢ οἵα τε καὶ χωρὶς ψυχρότητος δέχεσθαι θερμότητα;