De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὑπομένον γὰρ τοῦτο τὸ τέως λευκὸν ταὐτὸν τῷ ἀριθμῷ δέχεται τὰ ἐναντία.

Εἰ τὰ τέσσαρα σώματα ἀεὶ μετ᾿ ἀλλήλων μέμικται καὶ καλεῖται ἕκαστον αὐτῶν τόδε τι ἀπὸ τοῦ πλεονάζοντος ἐν αὐτῷ, μὴ δύναται δὲ κατ᾿ ἰδίαν τι αὐτῶν ληφθῆναι διὰ τὸ εἶναι γῆς μὲν ἴδιον τὸ ἀντιτυπές, πυρὸς δὲ τὸ ὁρατόν, τῶν δὲ ἄλλων ἑκάστου ἄλλο τι, καὶ διὰ τοῦτο ἕκαστον αὐτῶν πλείοσιν αἰσθήσεσιν αἰσθητὸν εἶναι, καθόσον κεκοινώνηκεν καὶ τῶν ἄλλων (καὶ γὰρ τὸ πῦρ ἁπτὸν καὶ ἀντιτυπές, διότι γῆν ἔχει, καὶ ἡ γῆ ὁρατόν.

διότι πῦρ ἐστιν ἐν αὐτῇ), τί ποτε ἐροῦσιν ἴδιον εἶναι σώματος καὶ τίνα τὸν λόγον ἀποδώσουσιν τοῦ κοινοῦ καὶ φυσικοῦ σώματος, καθὸ σῶμα;

εἰ γὰρ μή ἐστι παντὸς σώματος ἡ ἀντιτυπία μηδέ ἐστιν ὁ λόγος αὐτοῦ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας (τοῦτο γὰρ ἴδιόν φασι τῆς γῆς), τίς ὁ τοῦ κοινοῦ σώματος λόγος;

δεῖ γὰρ εἶναί τινα, εἴ γε τῶν γενῶν ἐστίν τις λόγος καὶ ἄλλος τις παρὰ τὸν τῶν εἰδῶν ἑκάστου.

ταύτῃ γὰρ τὸ γένος τῶν ὁμωνύμως λεγομένων διαφέρει.

ἔτι, εἰ διὰ τοῦτο ὁ ἀὴρ ἁπτός, ὅτι γῆς ἔχει, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀντιτυπίαν ἔχων πάνυ τι, διότι ἔλαττον ἔχει γῆς, τί δή ποτε, ἐπειδὰν ἀσκὸν πνεύματος πληρώσῃ τις, ἀντιτυπεῖ τότε μᾶλλον;