De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ποιότητα ἔχει ἢ οἶόν τε δέξασθαι ποιότητα, καὶ ἡ ποιότης ἢ ποιότητα ἔχοι ἂν ἢ αἵα [*](147v) τε εἴη δέξασθαι ποιότητα, ὅπερ ἄτοπον.

οὐκ ἄρα σῶμα ἡ ποιότης.

εἰ γὰρ δέχοιτο, ἐπ᾿ ἄπειρον ἡ πρόοδος.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἐνεργείᾳ ὃν ποιότητα ἔχει (ἡ γὰρ ὕλη δυνάμει σῶμα), ἕξει καὶ ἡ ποιότης ποιότητα, ὅπερ ἄτοπον.

ἔτι, ἣν ἔχει ποιότητα, ἢ σῶμα ἢ οὐ σῶμα.

εἰ μὲν οὖν οὐ σῶμα, οὐκέτι ποιότης σῶμα καὶ τίς ἡ ἀποκλήρωσις τοῦ τὴν μὲν πρὸ αὐτῆς ποιότητα σῶμα εἶναι, ταύτην δὲ μή;

εἰ δὲ καὶ αὐτὴ σῶμα, ἕξει καὶ αὕτη ποιότητα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον.

ἔτι πολλὰ ἂν εἴη σώματα ἐν τῷ αὐτῷ.

τοῦτο δ᾿ ὅτι ἀδύνατον ἐν ἄλλοις ἐδείξαμεν.

ἔτι, εἰ αἱ ποιότητες σώματα, πῶς τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ ἀπουσίᾳ οὐκ αὔξεται καὶ μειοῦται τὰ σώματα;

εἰ δὲ λέγοιεν διὰ τὸ ἄλλας παραγίνεσθαι ἄλλων ἀπιουσῶν, ἄξιον ἀπορῆσαι, πῶς ἴσαι πᾶσαι αἱ παραγινόμεναι ταῖς ἀπιούσαις.

ἔτι πόθεν ἔρχονται αἱ ἐρχόμεναι, ἢ ποῦ ἀπίασιν αἱ χωριζόμεναι;

δεῖ γὰρ τόπον αὐτῶν εἶναι, εἰ σώματα.