De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν.

εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη.

οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ·

τοῦτο δὲ ἀδύνατον.

ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι.

οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν.

οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή.

σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν, ὡς ὁ μόλιβδος σὺν τῇ βαρύτητι.

ἀλλ᾿ οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι ὡς ἐν ὑποκειμένῳ.

τὸ μὲν γὰρ πρώτως καὶ κυρίως πῦρ λεγόμενον οὐκ ἔστιν ἐν τῷ ἄνθρακι οὐδὲ ἐν ξύλῳ ἢ ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ (καθ᾿ αὑτὸ γὰρ ἡ ὑπόστασις ἐκείνῳ, ὥσπερ ἀέρι τε καὶ γῇ καὶ ὕδατι), τὸ δὲ διακονικὸν πῦρ τὸ τῆς παῤ ἡμῖν ὕλης δεόμενον οὐδὲ αὐτὸ ἐν ὑποκειμένοις τοῖς ξύλοις ἐστὶν ἢ τῷ ἄνθρακι, ἀλλ᾿ ἔστιν τούτων ἕκαστον ὕλη τῷ πυρί.

ὅτε γὰρ πῦρ γέγονεν, οὐκ ἄνθραξ ἐστὶν ἔτι οὐδὲ ξύλον, ἀλλὰ ἐνεργείᾳ μὲν πῦρ ἐστιν τότε, δυνάμει δὲ ἄνθραξ, ὡς, εἴ γε ἦν τότε ἄνθραξ, ἦν ἂν ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ.

ὅτι δὲ οὐκ ἔστιν ἄνθραξ, δῆλον ἐκ τοῦ μὴ ἔχειν αὐτὸ τὰ τοῦ ἄνθρακος ἴδια.

τὸ δὲ ἔχον ἐν ὑποκειμένῳ τι τὴν οἰκείαν φυλάσσον οὐσίαν ἔχει τοῦτο.