De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ μὲν γὰρ κατὰ τέχνην γινόμενον εἶδος ἐν ὑποκειμένῳ ἐστὶ τῷ τόδε τι εἶναι καὶ εἶδος ἔχειν τὸ ὑποκείμενον, ὡς ὁ τεχνίτης τὸ τεχνικὸν εἶδος ἐμποιεῖ τε καὶ περιτίθησιν.

οὐκέτι δὲ τὸ φυσικὸν εἶδος οἷόν τε οὕτως εἶναι ἐν τῇ ὕλῃ λέγειν.

οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν.

εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη.

οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ·

τοῦτο δὲ ἀδύνατον.

ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι.

οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν.

οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή.