De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔπειτα εἰ τὸ μὲν χεῖρον, τὸ δὲ βέλτιον τῆς ψυχῆς, εὔλογον ἄλλο ἑκάτερον αὐτῶν εἶναι, ἔπειτα χωριζομένας τὰς δυνάμεις, καὶ οὐ πάσας ἐν πᾶσιν.

ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐχ, ὥς τινές φασιν, φύσις, δείξομε ἔκ τε τοῦ μὴ πάντα τὰ φύσιν ἔχοντα καὶ κατὰ φύσιν ὄντα ἔχειν τὰς δυνάμεις ταύτας.

τά τε γὰρ ἁπλᾶ σώματα φύσει μέν ἐστι καὶ ἔχει φύσιν, οὔτε δὲ τρέφεται δι᾿ αὑτῶν οὔτε αὔξεται οὔτε γεννᾷ.

ἔτι εἰ τὸ τρέφειν καὶ τὸ αὔξειν καὶ γεννᾶν φύσεως, οὐ ψυχῆς, τὸ δ᾿ αἰσθάνεσθαι ψυχῆς, ἢ ῥητέον μηδὲ ζῆν ἡμᾶς, ὅταν μὴ αἰσθανώμεθα, ἢ δύο ζωὰς ἐν ἡμῖν ὑπάρχειν, ὅπερ ἄτοπον.

ἔτι εἰ τὸ ζῆν ψυχῆς παρουσίᾳ, ζῇ δὲ καὶ τὰ τὴν φυτικὴν δύναμιν ἔχοντα μόνην, ἡ φυτικὴ δύναμις ψυχὴ ἂν εἴη.

ζωὴ γάρ ἐστιν ἡ δι᾿ αὑτοῦ τροφή τε καὶ αὔξησις.

ἔτι εἰ τὸ φύσει χρῆσθαι ζῆν ἐστιν, τὰ ἁπλᾶ στοιχεῖα κατὰ φύσιν κινούμενα ζῴη ἂν.

ἔτι εἰ τὰ ψυχῇ μὲν χρώμενα ζῇ, τὰ δὲ φύσει χρώμενα οὐ ζῇ, ἡ φύσις οὐ ψυχή.

ἔτι εἰ τὰ μὲν ψυχῇ χρώμενα ζῇ, τὰ δὲ τὸ φυτικὸν ἔχοντα καὶ θρεπτικὸν ζῇ, ψυχὴ τὸ θρεπτικὸν καὶ φυτικόν.