De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ ὡς ἐπὶ τὸ πλεῖστον οἷς μὲν μήτε τὰ τῆς τύχης εὖ κυρεῖ, μήτε τι μᾶλλον τὰ τῆς γνώμης τε καὶ τῆς οἰκείας προαιρέσεως ἔρρωται, ἐπὶ τὴν εἱμαρμένην τε ὡς κρησφύγετόν τι καταφεύγουσιν, τὴν αἰτίαν τῶν μὴ δεόντως πεπραγμένων ἢ πραττομένων ἑαυτοῖς ἀφ’ αὑτῶν ἐπ’ ἐκείνην μεταφέροντες, καὶ πάντα γέ φασιν οὗτοι τότε γίνεσθαι καθ’ εἱμαρμένην, μεταπεσούσης δὲ τῆς τύχης αὐτοῖς ἐπὶ τὸ βέλτιον, οὐκέτι ἐπὶ τῆς αὐτῆς δόξης μένουσιν·