De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ λαβόντες βοηθοὺς τοὺς καὶ τῆς τέχνης αὐτοῖς αἰτίους, ἀναπείθουσιν τοὺς πλείστους τῶν ἀνθρώπων, ἐν ταῖς περιστάσεσιν αὐτοῖς ἐπιτιθέμενοι καὶ ταῖς συμφοραῖς, μόνον οὐκ εὐχομένοις τοῦθ’ οὕτως ἔχον φανῆναι, κατά τινα τριβήν τε καὶ περὶ τὰ τοιαῦτα σύνεσιν καὶ τῆς ἐν τοῖς τοιούτοις ἀκολουθίας θεωρίαν προλέγοντες εὐστόχως τινὰ τῶν τοῖς οὕτως ἔχουσιν ἀκολούθως ἐσομένων, ὡς δὴ τοῦτ’ ἐκ τῆς τέχνης τῆς περὶ τὴν εἱμαρμένην ἔχειν λέγοντες μισθοὺς οὐκ ὀλίγους ὑπὲρ τῆς τοιαύτης κακοτε χνίας ἐκλέγοντες, ἀσμένως αὐτοῖς τῶν πειρωμένων διδόντων ὡς βοηθοῖς καὶ συνηγόροις τῶν οἰκείων ἁμαρτημάτων.