De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

λύοιτο δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ.

πλείους γὰρ οἱ σκοποί, πρὸς οὓς ἡ τῆς φαντασίας κρίσις.

ὅτι δὲ οὐδ’ εἰ τὰ αὐτὰ αἱροῖτό τις τῶν αὐτῶν περιεστώτων, ἤδη τούτῳ καὶ τὸ κατηναγκασμένως αἱρεῖσθαι ταῦτα ἕπεται καὶ τὸ εἶναι τῆς κρίσεως τὰ ἐκτὸς αἴτια·

ἐφ’ ἑκάστης γὰρ αἱρέσεως ἔνεστιν αὐτὸν δεικνύναι πρὸ τοῦ πρᾶξαι καὶ προκρῖναί γέ τι καὶ τὸ ἀντικείμενον ἑλέσθαι δυνάμενον·

οὐ γὰρ ὡς οὐ δυνάμενος καὶ τὰ ἀντικείμενα τούτοις ἑλέσθαι αἱρεῖται ταῦτα, ἀλλ’ ὡς εὔλογα μᾶλλον αὐτῷ δοκοῦντα.

ἔξεστιν γοῦν αὐτῷ αὐτὸ τὸ μὴ κατηναγκασμένην τὴν αἵρεσιν εἶναι βουληθέντι δεῖξαί ποτε καὶ πρὸς τοῦτο φιλονεικήσαντι καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι.

ἔτι, εἰ μὴ ἀεὶ τὴν ἕξιν ἐσμὲν ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀςὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων.

εἰ δὲ τῶν αὐτῶν περιεστώτων τοῖς ἀνομοίοις οὐ τῶν αὐτῶν ἡ αἵρεσις, δῆλον ὡς καὶ τῆς τῶν ὁμοίων αἱρέσεως αἴτια οὐ τὰ περιεστῶτα ὅμοια ὄντα, ἀλλ᾿ ᾠ περιέστηκεν ὢν ὅμοιος αὑτῷ.

  ὅλως δέ. [*](1 εἶναι VC: εἷ a κρίνειν Va: κινεῖν C 2 ἐκ τῆς βουλῆς Va: ἐν ταῖς βουλαῖς 3 τῶν Va: τῶν κακῶν C 4 ἢ δὴ scripsi: ἤδη VCa 7 ἡμῶν VC: ἡμῖν a 12 ἀλόγως VC: ὀλίγως a 15 γε om. C 21 ποτὲ δὲ om. 27 τῆς supra lin. V 28 οὐδ’ εἰ Va: οὐδείς C τὰ αὐτὰ VC: τὰ κατὰ a: τὰ κακὰ ex. Vict. 39 ὄντα Va: ἀεὶ ὄντα C ὅμοιος] ante ος lit. unius lit. V αὑτῶ scripsi: αὐτῷ VCa)

175
ὅτι ἐστίν τι ἐφ’ ἡμῖν, πειρᾶσθαι δεικνύναι διὰ λόγων οὕτως ἐναργὲς ὄν, οὐκ εἰδότων κρίνειν ἐστὶ τό τε γνώριμον καὶ τὸ μή·

δῆλον γὰρ τοῦτο, ὡς ἔφαμεν, ἐκ πολλῶν, ἐκ τοῦ βουλεύεσθαι, ἐκ τοῦ μετανοεῖν, ἐκ τοῦ συμβουλεύεσθαι, ἐκ τοῦ καταγιγνώσκειν τινῶν, ἐκ τοῦ προτρέπειν, ἐκ τοῦ ἐπαινεῖν, ἐκ τοῦ ψέγειν, ἐκ τοῦ τιμᾶν, ἐκ τοῦ κολάζειν, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ κελεύειν, ἐκ τοῦ μαντεύεσθαι, ἐκ τοῦ εὔχεσθαι, ἐκ τοῦ ἐθίζειν, ἐκ τοῦ νομοθετεῖν.

ὅλως γὰρ τούτοις καὶ τοῖς τοιούτοις ὁ πᾶς τῶν ἀνθρώπων βίος χρώμενος μαρτυρεῖ μηδὲν οὕτως ἴδιον εἶναι τοῦ ἀνθρώπου παρὰ τὰ ἄλλα ζῷα ὡς τὸ ἐφ’ ἡμῖν.

ὅτι δὲ καὶ τοῦ ποιοὶ γενέσθαι τὸ ἦθος αὐτοὶ τὴν ἀρχὴν ἔχομεν, δι’ ἃ καὶ τὰς αἱρέσεις διαφόρους ποιούμεθα, δῆλον ἐκ τοῦ διὰ τῶν ἐθῶν ἡμᾶς ποιοὺς γίγνεσθαι, τῶν δὲ ἐθῶν τὰ πλεῖστα ἐφ’ ἡμῖν εἶναι.

καὶ γὰρ εἰ τὰ πρῶτά τις μοχθηρῶς ἐθισθείη παῖς ὢν ἔτι, ἀλλὰ φύσει γε πάντες ἄνθρωποι διορατικοὶ τῶν καλῶν εἰσιν τελειούμενοι.

οὐδεὶς γοῦν κατὰ φύσιν ἔχων ἀνεννόητός ἐστιν, τίνα μέν ἐστι δίκαια, τίνα δὲ ἄδικα, καὶ τίνα μὲν καλά, τίνα δὲ αἰσχρά.

ἀλλ’ οὐδ’ ὅτι ἐκ τοῦ ἐθίζεσθαί πως ἢ τῶν καλῶν ἢ τῶν αἰσχρῶν γίγνονται προαιρετικοί τε καὶ πρακτικοί, οὐδὲ τοῦτο αὐτοὺς λανθάνει.

οἱ γοῦν ἀσκῆσαί τι καὶ μαθεῖν βουλόμενοι ἐπὶ τὸ διὰ τῶν ἐθῶν αὑτοὺς προάγειν τῷ προκειμένῳ τρέπονται, ὡς οὐκ ἀγνοοῦντες τὴν τῶν ἐθῶν ἰσχὺν πρὸς τὸ τῶν προκειμένων τυγχάνειν.

τίνι γὰρ ἄδηλον, ὅτι διὰ τοῦ τὰ σωφρονικὰ ποιεῖν περιγίνεται τὸ σωφρονεῖν;

εἰ δὲ μήτε τὰ καλὰ τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις οὐκ ἀγνοεῖται ἥ γε ὁδὸς ἡ ἐφ’ αὑτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος, ἐφ’ ἡμῖν ἂν εἴη καὶ τὸ ποιοῖς γίνεσθαι τὰ ἤθη καὶ τὰς ἕξεις κτήσασθαι, ἀφ’ ὧν ἢ τάδε ἢ τάδε αἱρησόμεθά τε καὶ πράξομεν.

αἱ δὲ εὐφυίαι τε πρός τινα καὶ ἀφυΐαι ἔστ’ ἂν ἐν τῇ οἰκείᾳ φύσει τηρῶσιν τὸν ἄνθρωπον, πρὸς εὐκολωτέραν ἀνάληψιν τούτων συντελοῦσιν μόνον ἢ χαλεπωτέραν, πρὸς ἃ πεφύκασιν εὖ τε καὶ κακῶς.

πᾶσιν γὰρ ἀνθρώποις τοῖς κατὰ φύσιν τε ἔχουσιν καὶ ἀστρόφοις ἐπὶ τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν δυνατὸν ἀρετὴν κτήσασθαι καὶ δυνατὸν δι’ αὑτοῦ, διὸ πολλῶν καλῶς πρὸς ἀρετὴν πεφυκότων φαυλότερόν τινες πεφυκότες ἀμείνους γίγνονται πολλάκις τὴν ἔνδειαν τῆς φύσεως ἰασάμενοι τῇ παῤ αὐτῶν ἐξουσίᾳ.

[*](7 ὅλως γὰρ τούτοις scripsi: ὅλως (m1) τούτοις γὰρ V: ὅλοις γὰρ τούτοις Ca 9 ὥς τι Ca 12 ἐσθίει Ca 14 ἀ| νεννόητος (ν post α in mg. m1) V: ἀνοητος C: ἀνενόητος a τὰ δίκαια Ca 15 τὰ ἄδικα Ca 16 πραιρετοικοί α 18 αὑτοὺς scripsi: αὐτοὺς Ca 22—23 ἥ γε ὁδὸς—γνώριμος] „si quidem via ad ipsa in nostro arbitrio est et nota“ Caninius. ante οὐκ ἀγνοεῖται plura exciderunt. sensum fortasse haec assequuntur: πεπηρωμένοις ⟨ἀγνοεῖται μήτε τὰ αἰσχρὰ (ἀμφότερα γὰρ⟩ οὐκ ἀγνοεῖται, εἴ γε ὁδός ἐπ’ αὐτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος) 22 ὀδὸς ἐστὶν ἡ C 23 ποιοῖ a 24 ἢ τάδε addidi 25 εὐφυίαι] αι in lit. V τε πρός τινα καὶ (α supra lin. καὶ supra lin. et in lit.) V: τε καὶ πρός τινας C: τε πρός τινας a ἀφυΐαι] εὐφυίαι a 26 τηρῶσιν] fortasse μὴ πηρῶσιν cf. τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις 28 ἀστροφόροις Ca 29 αὑτοῦ scripsi: αὐτοῦ VCa)