De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

δεῖ γὰρ τῶν ἐπὶ τοῦ παρόντος ὑφ᾿ ἡμῶν γιγνομένων προϋπάρχειν τὸ αἴτιον, ἀδύνατον δέ ἐστι τὴν αὐτὴν αἰτίαν εἶναι τῶν ἀντικειμένων, ἀλλ᾿, εἰ τοῦτο, ἐξ ἀνάγκης πάντα τὰ γιγνόμενα γίγνεται.

προκαταβέβληται γὰρ αὐτῶν τὰ αἴτια.

τοῦτο δὴ οὕτως ἔχειν ἀναγκαῖόν ἐστιν, ἐὰν μή τις ἀναίτιος κίνησις εὑρεθῇ.

εὑρίσκεται δὲ καὶ ἔστιν.

οὖ δειχθέντος καὶ τὸ ἐφ᾿ ἡμῖν σωθήσεται καὶ τὸ αὐτόματον καὶ τὰ ἐπὶ τῇ τύχῃ.

δοκεῖ δὲ καὶ Ἀριστοτέλει εἶναί τις ἀναίτιος κίνησις ὡς ἐν τῷ πέμπτῳ λέγεται τῶν Μετὰ τὰ φυσικά. ἡ δὲ κατασκευὴ τοῦ εἶναι ἀναίτιον κίνησίν ἐστιν, εἰ δειχθείη ἐν τοῖς οὖσιν τὸ μὴ ὂν παρεσπαρμένον πως αὐτοῖς καὶ συνοδεῦον.