De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὧν γὰρ προαιρέσεων ἡ φύσις ἢ ἀγωγαὶ καὶ ἔθη ἐστὶν αἴτια, αὗται οὕτως ἐφ’ ἡμῖν λέγονται ὡς δι’ ἡμῶν γιγνόμεναι, ἀναίτιοι ἃς κατὰ τὸ μὴ ὂν αὗται δεῖ τὸ κυρίως λεγόμενον ἐφ’ ἡμῖν οὕτως σώζουσιν, γιγνόμεναι διὰ φύσεως ἀσθένειαν καὶ ἔστι τὸ ἐφ’ ἡμῖν τοῦτο, οὗ καὶ τὸ ἀντικείμενον ἐνεδέχετο προελέσθαι τὸν τοῦτο προῃρημένον.

τὸ οὖν διὰ τὴν τοῦ μὴ ὄντος ὕπαρξιν ἐξησθενηκὸς τὴν [*](159v) συνέχειαν τῶν αἰτίων τῶν ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν κατέχει, καὶ ταύτην τὴν χώραν ἔχει, αἴτιον γιγνόμενον ἐν οἷς τὸ ἀναγκαῖον ἐπιλέλοιπεν αἴτιον διὰ τὴν τοῦ μὴ ὄντος ἐν τῷ ὄντι μῖξίν τε καὶ συμπλοκήν.

Τῶν γιγνομένων τε καὶ συνισταμένων ὑπὸ τῆς θείας δυνάμεως τῆς ἐν τῷ γενητῷ σώματι ἐγγιγνομένης ἀπὸ τῆς πρὸς τὸ θεῖον γειτνιάσεως, ἣν καὶ φύσιν καλοῦμεν, τιμιώτατον ἄνθρωπός ἐστι·

μόνον γὰρ κεκοινώνηκεν τοῦτο τῶν τῇδε τῆς τελειοτάτης τῶν ψυχικῶν δυνάμεων, αὕτη δέ ἐστι νοῦς, καὶ μόνον ψυχὴν λογικὴν ἔχει, καθ’ ἣν βουλεύεσθαί τε καὶ ζητεῖν δύναται περὶ τῶν πρακτέων αὐτῷ, καὶ οὐ παραπλήσιόν ἐστι τοῖς ἄλλοις ζῴοις, ἃ τῷ μὴ κοινωνεῖν τῆς τοιᾶσδε δυνάμεως ἄλογα καλοῦμεν, ταῖς προσπιπτούσαις φαντασίαις ἑπόμενά τε καὶ συγκατατιθέμενα καὶ ἀνεξετάστως ἕκαστον, ὧν πράττει, ποιοῦντα.

ὁ γὰρ ἄνθρωπος μόνον τῶν ἄλλων ζῴων μετὰ τὴν προσπεσοῦσαν αὐτῷ φαντασίαν περί τινος ὡς πρακτέου οἷός τε ζητεῖν περὶ αὐτοῦ καὶ βουλεύεσθαι, εἴτε χρὴ συγκατατίθεσθαι τῷ φανέντι, εἴτε καὶ μή.

βουλευσάμενος δὲ καὶ κρίνας οὕτως ὁρμᾶ καὶ ἐπὶ τὸ πράττειν ἢ μὴ πράττειν ὁπότερον·