De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὅταν γὰρ ἐπί τινι αἰτίᾳ ἐπακολουθήσῃ τι, μὴ τοῦ τοῦτο γενέσθαι χάριν τῆς αἰτίας οὔσης, τότε τούτου τοῦ ἐπηκολουθηκότος κατὰ συμβεβηκὸς αἴτιον λέγεται τὸ προηγούμενον, τουτέστιν οὐκ αἴτιον ἄρα.

ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο·

οὐ γὰρ δι᾿  οἰκείαν αἰτίαν.

τοῦτο δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν.

αἰτία γὰρ ἐν ἡμῖν φύσις δοκεῖ καὶ ἔθος εἶναι τῆς προαιρέσεως, ἀλλά, καθόσον καὶ ἐν τούτοις ἐστὶ τὸ μὴ ὄν, κατὰ τοσοῦτον καὶ ἐν τῇ προαιρέσει.

διὸ καὶ προαιρούμεθα ἔσθ᾿  ὅτε ταῦτα, ὦν ἡ αἰτία οὐ προκαταβέβληται ἐν ἡμῖν δι’ ἀσθένειαν καὶ ἀτονίαν τῆς θνητῆς φύσεως·

ἀεὶ γὰρ ἂν ὁμοίως ἐπὶ τοῖς αὐτοῖς ἐκινούμεθα.

ἀλλὰ ἡ τοῦ μὴ ὄντος φύσις, ὡς εἶπον, ἐν οἷς ἂν ᾖ ταῦτα, ἀφαιρεῖται τὴν ἀιδιότητα καὶ τὴν κατὰ τὰ αὐτὰ ἀεὶ ἐνέργειαν.

ἃ οὖν ἀναιτίως καὶ μὴ προϋπαρχούσης αἰτίας προαιρούμεθα, ταῦτά ἐστιν τὰ λεγόμενα ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενά ἐστι δυνατὰ διὰ τὸ τὴν αἰτίαν μὴ προκαταβεβλῆσθαι, ἥτις προϋπάρχουσα πάντως ἂν τοῦ γενέσθαι τοῦτο τὴν ἀνάγκην παρεῖχεν.

διὰ ταῦτα πολλάκις τινὲς καὶ πεφυκότες ὁμοίως καὶ ἐν τοῖς αὐτοῖς ἔθεσιν ἠγμένοι διαφέροντες ἀλλήλων γίγνονται παρὰ τὰς ἀναιτίους προαιρέσεις.

ἔστιν δὲ τὸ μὴ ὂν ἐγκεκραμένον τοῖς οὖσιν οὔτε πολλοῖς, οὔτε, ἐν οἷς ἐστι, πολύ τι, ἀλλὰ καὶ ἐν ὀλίγοις τῶν ὄντων καὶ ὀλίγον·

τῶν τε γὰρ ὄντων ἐν τούτοις, ἐν οἷς τὸ μὴ ἀίδιον (τοῦτο δέ ἐστι τὸ περὶ τὴν γῆν, καὶ ὁ τόπος οὗτος ἐλάχιστός ἐστιν ὡς πρὸς πάντα τὸν κόσμον·