De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δὲ παρὰ μὲν τὴν τοῦ μὴ ὄντος μῖξιν τά τε φθαρτὰ τοιαῦτ’ ἐστι, καὶ πρὸς αὐτοῖς τὰ ψευδῆ, ἔστι δέ τινα ἐν τοῖς οὖσιν φθαρτά τε καὶ φθειρόμενα καὶ ψευδῆ, ἔστιν τι τοῦ μὴ ὄντος ἐν αὐτοῖς.

καὶ ἀνάπαλιν δὲ ὑγιές ἐστι ληφθέν·

εἰ μή ἐστι τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, οὐκ ἔσται τινὰ τῶν ὄντων φθαρτά.

ἔστιν ἄρα τὸ μὴ ὄν.

εἰ δή ἐστιν τὸ μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον.

τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη.