De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, ἔστι τὸ κατὰ συμβεβηκὸς ὄν.
τὸ γὰρ μὴ ὄν, συμβέβηκεν εἶναι λεγόμενον κατὰ συμβεβηκός τι ὄν, εἴη ἄν τις καὶ κίνησις ἀναίτιος, οὗ ὄντος δεδειγμένον ἂν εἴη τὸ προκείμενον.
ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ, εὐκόλως ἄν τις ἐπιστήσας μάθοι.
εἰ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν ἀίδια, ἄλλα δὲ φθειρόμενα, οὐ παῤ ἄλλην τινὰ ἂν αἰτίαν ἡ διαφορὰ τούτων ἐν αὐτοῖς εἴη ἂν ἢ παρὰ τὴν τοῦ μὴ ὄντος μετουσίαν.