De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

διὸ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν οἷόν τε γενέσθαι, ἀλλ᾿ οὐ λογικὸν ἢ ἄλογον ἢ πτηνὸν ἢ χερσαῖον.

διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ οἱ καθ᾿ ἕκαστα ἄνθρωποι καίτοι διαφέροντες ἀλλήλων οὐκ εἰσὶν ἕτεροι κατὰ τὸ εἶδος.

ὑλικοῖς γὰρ πάθεσιν διαφέρουσιν ἀλλήλων, ἀλλ᾿ οὐ κατὰ τὸν [*](1 fortasse περὶ ἐκείνου ⟨λόγος⟩ 4 καὶ τὸν V: καὶ τὸ a 7 ἡ Va 11 τὴν a: τ cetera evanuerunt V 13 εὐδαιμονίας] υδ in lit. V λέγειν om. a ἅλις V Sylburg: ἅλος a 14 τῶν a: τῶν τῶν V 18 δι᾿ ἃ ἦν Sylburg: διὰ ἦν V: δι᾿ ἣν a 20 εὐδαινία a 22 οὔ φησιν Ἀριστοτέλης] Ar. Met. 10,9 1858 a 31 24 αἳ ἔχουσαι] cf. 151,18 28 ἐπεὶ V: ἐπὶ a 36 ὑλικοῖς V: εἰὃικοῖς a)

169
λόγον καὶ τὴν ἐν τούτῳ διαφοράν, ποιότητι γὰρ σαρκῶν καὶ ποσότητι καὶ τοῖς τοιούτοις.

διάφορος οὖν ὁ χαλκοῦς κύκλος καὶ ξύλινος, οὐχ ἕτεροι τῷ εἴδει, ὅτι κατὰ τὸ ὑποκείμενον αὐτοῖς, οὐ κατὰ τὸν λόγον ἡ διαφορά.

οὕτως δὲ καὶ ἐπὶ τῶν ἀτόμων ἀνθρώπων.

ἡ γὰρ ἐν τῷ λόγῳ ἐναντίωσις εἴδη διαφέροντα γεννᾷ, οὐχὶ τὰ κατὰ τὸ ὑλικὸν πάθη.

καὶ τὸ ἄρρεν δὴ καὶ τὸ θῆλυ, ἐπεὶ μὴ κατὰ τὸν λόγον, ἀλλὰ κατὰ πάθος ὑλικὸν διαφέρουσιν, οὐχ ἕτερα τῷ εἴδει.

ὅτι δὲ μή εἰσιν διαιρετικαὶ διαφοραὶ καὶ εἰδοποιοὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ τὸ ἐκ τούτων δῆλον.

ἤτοι γὰρ ἀνθρώπου εἰσὶν διαφοραὶ ἢ ἄλλου τινὸς εἴδους, ἐν οἷς τὸ μὲν ἄρρεν ἐστί, τὸ δὲ θῆλυ, ἢ τοῦ ζῴου τοῦ τούτων γένους.

ἀλλ᾿ ἀνθρώπου μὲν οὐκ ἔστι διαιρετικὴ διαφορά. αἱ γὰρ οἰκεῖαί τινος διαιρετικαὶ διαφοραὶ οὐκ εἰσὶν ἐπὶ πλέον ἐκείνου, ὃ διαιροῦσιν, οἷον τῶν τὸ ζῷον διαιρούντων διαφορῶν οὐδεμία ἔξω τοῦ ζῴου πίπτει οὐδὲ ὑπάρχει τινί, ὃ μὴ ζῷόν ἐστιν.

περιέχεσθαι γὰρ δεῖ τὰς τεμνούσας τι κυρίως διαφορὰς ἐν τῷ τεμνομένῳ πρὸς αὐτῶν.

εἰ γάρ τινες ἐπὶ πλέον εἶναι δοκοῦσιν τῶν τεμνομένων πρὸς αὐτῶν, τῷ μὴ τούτων εἶναι κυρίως, ἀλλὰ τῶν ἐπαναβεβηκότων αὐτοῖς γενῶν κατὰ τοῦτο δοκοῦσιν ὑπερβάλλειν τούτων, οὐκέτι ἐκείνων ἐκπίπτουσαι.

οἷον εἴ τις τὸ πεζὸν ζῷον τέμοι τῷ δίποδι, δοκεῖ ἡ δίπουν διαφορὰ εἶναι καὶ ἐν παντὶ ζῴῳ. ἔστι γὰρ καὶ ἐν τῷ πτηνῷ· τοῦ γὰρ ζῴου κυρίως ἐστιν διαιρετική, οὗ οὐκέτι ἐπὶ πλεῖον ῥηθῆναι δύναται.

οὐ γάρ ἐστί τι μὴ ζῷον δίπουν.

καὶ τὸ θῆλυ δὴ καὶ τὸ ἄρρεν οὐκ ἂν εἶεν ἀνθρώπου τμητικαὶ διαφοραί, ἐπεὶ καὶ ἐν ἄλλοις ζῴοις εἰσίν, καὶ οὐκ ἐν ἀνθρώποις μόνοις.

διὰ ταῦτα οὖν οὐδὲ τῶν ἄλλων τινὸς εἶεν ἂν διαφοραὶ τῶν εἰδῶν τοῦ ζῴου, ἀλλ᾿ οὐδὲ τοῦ ζῴου οἷόν τε λέγειν αὐτὰς τμητικὰς εἶναι καὶ εἰδῶν ποιητικάς.

αἱ γὰρ ἀντιδιαιρούμεναι ἀλλήλαις διαφοραὶ οὐ δύνανται συνυπάρχειν ἐν εἴδει τῷ αὐτῷ.

οὔτε γὰρ τὸ λογικὸν καὶ ἄλογον ἐν τῷ αὐτῷ εἴδει οἷόν τε εἶναι, οὔτε τὸ πεζὸν καὶ πτηνὸν ἢ ἔνυδρον οὔτε δίπουν καὶ ἄπουν, τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς αὐτοῖς ἐστιν εἴδεσιν.

καὶ γὰρ ἐν ἀνθρώπῳ ὄντι ταὐτῷ κατὰ τὸ εἶδος καὶ ἐν ἵππῳ καὶ κυνὶ καὶ τοῖς ἄλλοις ὁμοίως, ὅσα ἐκ συνδυασμοῦ γίνεται, οὐκ ἄρα τμητικαὶ διαφοραὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν·

οὐδ᾿ ἄρα ἕτερον τῷ εἴδει τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥστε οὐδὲ γυνὴ καὶ ἀνήρ. |