De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὥστε τὰ σώματα ἀδιάφορα καθὸ σώματα.

οὐκ ἄρα σῶμα σώματος καθὸ σῶμα διαφέρει.

ὥστε, οἷς διαφέρει τὰ σώματα ἀλλήλων, οὐ σώματα ταῦτα.

τὰ μέντοι ἀσώματα οὐκ ἔστι τῷ γένει τὰ αὐτά.

ὥστε οὐδὲ ἀδιάφορα καθὸ ἀσώματα.

ὁμώνυμον γάρ τὸ ἀσώματον.

ἔστι γὰρ τῶν ἀσωμάτων τὰ μὲν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσότητι, τὰ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις.

εἰ δέ τις λέγοι, ὅτι σῶμα σώματος οὐ διαφέρει μὲν κατὰ τὸ κοινὸν σῶμα, ᾗ δέ τι σῶμα, ἑκάτερον αὐτῶν διαφέρει, ῥητέον, ὅτι τὸ ἑνὶ ἑκάστῳ τῶν σωμάτων εἶναι παρὰ τὰς οἰκείας [*](146r) διαφορὰς καὶ τὰ οἰκεῖα εἴδη, διάφορα ὄντα ἀλλήλων, ἐστίν, ταῦτα δὲ ἀσώματα·

ὥστε οἷς διαφέρουσιν ἀλλήλων τά τινα σώματα, οὐ σώματα.