De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔστι γὰρ τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ὡς τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο.

διὸ καὶ χωρίζεται.

ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;

ἔτι εἰ καθ᾿ ὃ τὸ εἶναί τινί ἐστι τοῦτο, ὅπερ εἶναι λέγεται, τοῦτο εἶδός ἐστι, κατὰ δὲ τὴν ψυχὴν τῷ ζῴῳ τὸ ζῴῳ εἶναί ἐστιν, ἡ ψυχὴ εἶδος.

ὅτι δὲ εἶδος ἡ ψυχή, δῆλον καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ᾿ ἄλλον τρόπον δεῖξαι τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος.

ἔτι εἰ σῶμα σώματος ᾗ σῶμα οὐδὲν διαφέρει, τῷ δὲ ψυχὴν ἔχειν διαφέρει, οὐκ ἔστιν ἡ ψυχὴ σῶμα.

τὰ γὰρ τῷ γένει τὰ αὐτὰ φύσιν κοινὴν ἔχει.

τὰ φύσιν κοινὴν ἔχοντα ἀδιάφορα κατὰ τὸ κοινόν.

τὰ τῷ γένει ἄρα κοινὰ ἀδιάφορα κατὰ τὸ γένος, γένος δὲ αὐτῶν τὸ σῶμα·

ὥστε τὰ σώματα ἀδιάφορα καθὸ σώματα.

οὐκ ἄρα σῶμα σώματος καθὸ σῶμα διαφέρει.

ὥστε, οἷς διαφέρει τὰ σώματα ἀλλήλων, οὐ σώματα ταῦτα.

τὰ μέντοι ἀσώματα οὐκ ἔστι τῷ γένει τὰ αὐτά.

ὥστε οὐδὲ ἀδιάφορα καθὸ ἀσώματα.

ὁμώνυμον γάρ τὸ ἀσώματον.

ἔστι γὰρ τῶν ἀσωμάτων τὰ μὲν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσότητι, τὰ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις.

εἰ δέ τις λέγοι, ὅτι σῶμα σώματος οὐ διαφέρει μὲν κατὰ τὸ κοινὸν σῶμα, ᾗ δέ τι σῶμα, ἑκάτερον αὐτῶν διαφέρει, ῥητέον, ὅτι τὸ ἑνὶ ἑκάστῳ τῶν σωμάτων εἶναι παρὰ τὰς οἰκείας [*](146r) διαφορὰς καὶ τὰ οἰκεῖα εἴδη, διάφορα ὄντα ἀλλήλων, ἐστίν, ταῦτα δὲ ἀσώματα·

ὥστε οἷς διαφέρουσιν ἀλλήλων τά τινα σώματα, οὐ σώματα.

πρὸς τούτοις εἰ τὸ πνεῦμα ἢ ἐν τῷ πνεύματι ἢ τῷ πυρὶ τῷ ἐν ἡμῖν ἡ ψυχὴ πρώτη, οἵα τε ἔσται καὶ ἐν χωρισθεῖσιν αὐτοῖς εἶναι.

χωριζόμενα γὰρ τοῦ ζῴου διαμένει καὶ πνεῦμα καὶ πῦρ ὄν.