De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὔτε γὰρ ἡ κόλλα αὑτὴν συνέχει καὶ τὰ κεκολλημένα.

ἕτερον γὰρ αὐτῆς τὸ συνέχον καὶ ἕτερον τὸ συνεχόμενον.

ὅσον μὲν γὰρ σωματικόν, συνέχεται, τὸ δὲ συνέχον ἐστὶν ἡ ποιότης καὶ ἡ δύναμις ἀσώματος οὖσα.

φθαρείσης γοῦν τῆς τοιαύτης ποιότητος, τὸ ὑλικὸν καὶ σωματικὸν μένον οὔτε αὑτὸ ἔτι οὔτε τὰ ξύλα συνέχειν δύναται.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἢ πῦρ ἢ πνεῦμα λεπτομερές ἐστι διὰ παντὸς διῆκον τοῦ ἐμψύχου σώματος.

εἰ δὲ τοῦτο, δῆλον ὡς οὐκ ἀργὸν οὐδὲ ὡς ἔτυχεν ἔχον ἐροῦσιν αὐτό. οὐ γὰρ πᾶν πῦρ οὐδὲ πᾶν πνεῦμα ταύτην ἔχει τὴν δύναμιν.

μετά τινος οὖν ἔσται εἴδους ἰδίου καὶ λόγου καὶ δυνάμεως καί, ὡς αὐτοὶ λέγουσιν, τόνου.

ἀλλὰ εἰ τοῦτο, οὐ τὸ πνεῦμα ἔσται ἢ τὸ πῦρ ἡ ψυχή, ἀλλὰ τὸ ἐν τούτοις εἶδος καὶ ἡ δύναμις καὶ ὁ τόνος, καθὸ τῶν ὁμογενῶν τῶν ἄλλων διαφέρει.

ἔτι ὡς σῶμα ἀνείδεον, οὕτως εὔλογον καὶ εἶδος ἄϋλον καὶ ἀσώματον εἶναι.

ἐκ τούτων γὰρ τὸ συναμφότερον.

ἔτι εἰ σῶμα ἄψυχον, διὰ τί μὴ καὶ ψυχὴ ἀσώματος;

ἔτι εἰ σῶμα ἡ ψυχή, ἤτοι ἁπλοῦν ἢ σύγκριμα.

ἀλλὰ εἰ μὲν ἁπλοῦν, ἢ γῆ ἢ πῦρ ἢ ἀήρ ἢ ὕδωρ.

εἰ δὲ τούτων τι καθ᾿ ἑαυτὸ ψυχή.

πᾶν τε τὸ τοιοῦτον ἔσται ψυχή (οἷον πᾶν πῦρ, πᾶς ἀήρ), καὶ πᾶν τὸ τοῦτον περιέχον σῶμα ἔμψυχον.

ὥστε εἰ ὁ ἀὴρ ἡ ψυχή, ἔσται ζῷον ἡ ἀρτηρία καὶ ὁ πνεύμων καὶ ὁ πεφυσημένος ἀσκός, καὶ πᾶν τὸ ἀέρα ἔχον ἐν αὑτῷ σῶμα.

εἰ δὲ ὕδωρ, ὁ τούτου πλήρης κάδος.

ταῦτα δὲ ἄτοπα.

ἔτι εἰ μὲν τῶν ἁπλῶν τι σωμάτων ἡ ψυχή, πᾶν σύγκριμα, ἐν ᾧ καὶ τοῦτο ἐνυπάρχει τὸ σῶμα, ἔμψυχόν τε καὶ ζῷον ἔσται.

εἰ δὲ σύγκριμα ἐκ τῶν ἁπλῶν ἡ ψυχή, ἔσται καὶ τὸ ἡμέτερον ἡ ψυχή.