De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν.

οὔτε γὰρ τὸ ἀσώματον σώματι μὴ συμπάσχειν ἀληθές (συμπάσχει γὰρ τῶν σωμάτων πασχόντων καὶ τὰ ἐν αὐτοῖς ἀσώματα, τὰ μὲν πλεῖστα κατὰ συμβεβηκός, ἤδη δέ τινα καὶ ἁπλῶς, ὡς ἡ ἐπιφάνεια τοῦ θλωμένου σώματος), ἀλλ᾿ οὐδὲ ἡ ψυχὴ τῷ σώματι συμπάσχει ὡς ἄλλη οὖσα καὶ κεχωρισμένη, ὡς οἱ φίλοι λέγονται συμπάσχειν, ἀλλά ἐστι τὸ πάσχον τὸ συναμφότερον, τὸ γὰρ ζῷον, ὂν ἐκ ψυχῆς καὶ σώματος, κατὰ μὲν τὸ σῶμα τεμνόμενον, ἀλγοῦν δὲ κατὰ τὴν ψυχήν·

καὶ ἔστι τὸ ἀλγοῦν τὸ ζῷον, ὥσπερ καὶ τὸ βαδίζον καὶ τὸ ὁρῶν καὶ τὸ ἐπιθυμοῦν καὶ φιλοῦν καὶ μισοῦν, πάθη δὲ τοῦ μὲν σώματός ἐστιν ἴδια, ὥσπερ τὸ θερμαίνεσθαι καὶ τέμνεσθαι, τῆς δὲ ψυχῆς οὐκέτι, διότι σῶμα μὲν καὶ ἄνευ ψυχῆς ὑφίσταται, ψυχὴ δὲ ἄνευ σώματος οὔ. ἐντελέχεια γὰρ καὶ εἶδος τούτου.

οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον.

τὸ γὰρ χωρίζεσθαι διττόν, τὸ μὲν ὑποστάσει, ὅταν ἑκάτερον χωρισθὲν μένῃ, τὸ δὲ τῇ θατέρου φθορᾷ, ὡς τὸ λευκὸν χωρίζεται τοῦ σώματος μέλανος γενομένου.

κατὰ τὸ δεύτερον σημαινόμενον καὶ ἀσώματον σώματος χωρίζεται.

οὕτω καὶ ἡ ψυχὴ τοῦ σώματος.