De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασὶν εἶναι), εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης [*](2 τῷ scripsi: τὸ Va cf. 60,25 ὅμοιον γὰρ το λέγειν κεχωρισμένα εἶναι τὰ αἰσθανόμενα τῷ λέγειν 3 εὐδαιμοία a 6 οὖν del. Madvig Cic. de in. 4,11,26, sed cf. lnd. 7 τὸ τὸ V: τὸ a καὶ τὸ ἀγαθὸν del. Madvig ib. 9 σώματος] ς in lit. V 17 τὸ in lit. V 18 αὐτὸν a 21 συντελεῖ a 23 δύναται Vualder Sylburg αὐτὸν Va καὶ om. a 24 αὐτὰ Sylburg 26 εἰ ἡ om. a Vualder: ἡ om. Sylburg 27 ἕκαστον scripsi: ἑκάστου Va 32 ἀνενδεὲς V: ἀνενδεὴς a cf. lnd. s. v. neutrum)

163
εἴη.

ἆῤ οὖν ὁ τὴν ἀρετὴν ἔχων ἐν αὐταρκείᾳ ἐστὶν καὶ οὐδενὸς ἐπιδεῖται κατὰ τὸν βίον;

ἢ πολλά ἐστιν, ὧν ὁ τὴν ἀρετὴν ἔχων δεῖται·

ὑγιείας ἰσχύος, εὐπορίας καὶ πλεόνων ἄλλων καὶ τοῦτο καὶ καθ᾿ οὓς ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν τίθεται.

λέγουσι γὰρ εἶναί τινα προηγμένα τῷ σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά, ἀλλὰ καὶ δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ᾿ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν.

εἰ δὲ τοῦτο, δῆλον ὡς χρείαν ὁ σοφὸς ἕξει τούτων.

γελοῖος γὰρ ἂν εἴη ἐκλεγόμενος μὲν αὐτά, πρὸς οὐδὲν δ᾿ αὐτῶν ἀναφέρων τὴν ἐκλογήν.

πῶς οὖν ἔτι τὸ ἔσχατον ὀρεκτὸν ἡ ἀρετὴ εἴη ἄν, καὶ οὗ τυχόντες οὐδενὸς ἂν ἄλλου ἔτι ὀρεγοίμεθα, καὶ αὐτάρκης εἴη πρὸς τὸ ζῆν;

εἰ δὲ μὴ πρὸς ταῦτα, οὐδὲ πρὸς εὐδαιμονίαν.

κεῖται γὰρ ἡ εὐδαιμονία τοιοῦτον.

εἰ δὲ εἴη ὁ κατὰ φύσιν βίος εὐδαίμων κείμενος, πῶς ἡ ἀρετὴ πρὸς τοῦτον αὐτάρκης, ἡ γὰρ φύσις ἡ τὴν ψυχὴν ἡμῖν δοῦσα ἔδωκε καὶ τὸ σῶμα, καὶ πρὸς τὰς ἑκατέρου τούτων τελειότητάς τε καὶ οἵας δεῖ κατασκευὰς ᾠκείωσεν ἡμᾶς, ὥστε ὁ τῆς τοῦ ἑτέρου τούτων τελειότητος κατὰ φύσιν στερόμενος οὐδ᾿ ἂν κατὰ φύσιν βιοῖ (τὸ γὰρ κατὰ φύσιν τὸ κατὰ τὸ βούλημα τῆς φύσεως ἀκούεται)·

εἰ δὲ μὴ τοῦτο, οὐδὲ εὐδαιμόνως.

ἔτι εἰ τὸ σῶμα ἡμῖν ὄργανον ὂν ὑπὸ τῆς φύσεως δέδοται πρὸς τὰς κατὰ φύσιν πράξεις, ἐν παντὶ δὲ ὀργάνου δεομένῳ, οὗ χάριν τὸ ὄργανόν ἐστιν, εἰς τοῦτο συντείνει καὶ ἡ τοῦ ὀργάνου ἀρετή, εἴη ἂν καὶ ἡ τοῦ σώματος ἀρετὴ συντείνουσα πρὸς τὰς κατὰ φύσιν πράξεις καὶ τὸν κατὰ φύσιν βίον.