De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
εἰ δὴ οὐκ ἐπ᾿ αὐτῇ μὲν ἡ τούτων παρουσία, ἡ δὲ ἐνέργεια αὐτῆς περὶ τὴν τούτων ἐκλογήν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν οἰκείαν ἐνέργειαν.
ἔτι διττῆς οὔσης τῆς ἐνεργείας καθ᾿ ἑκάστην τέχνην, τῆς μὲν ἐν προηγουμένοις, ὡς τῷ αὐλητῇ, εἰ ὑγιαίνοι τε τῷ σώματι καὶ αὐλούς, οἵους βούλεται ἔχοι καὶ μηδὲν ἔξωθεν αὐτὸν ἐνοχλοῖ, τῆς δὲ ἐν ἀβουλήτοις καὶ ἐναντίοις τῶν προειρημένων, [*](6 πάντα Usenerus: ταῦτα Va 7 χαλκευτικὴ a 8—9 χρῆται δὲ — ἐστι ποιητική om. a Vualder Sylburg 10 αὐτὴ Usenerus: αυτη V: αὕτη a 12 τὸν ὧν οὐκ ἄνευ λόγον] de hoc cf. 161,26 αἱ αἰσθήσεις . . εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι καὶ συνεργοῦσιν . . . , οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον 15 μὴ V: μὲν a 17 fortasse ἦσαν ⟨ἂν⟩ 18 οὐκ ἄῤ Usenerus: οὐ γὰρ Va 19 οὐ scripsi: οὖν (sic) V: οὖν a 21 ἐκλογὴν] κ in lit. V ὑγιαίνοντος om. Vualder 22 ἄνευ] ευ in lit. V 23 ποιήσαντο a 24 περὶ] ἐπὶ Vualder ut solet. Sylburg correxit in adnot. 30 παρουσίᾳ a τούτων] ν in lit. V 31 οὐκ om. a 33 ὑγιαίνοι τε] ι τ in lit. V αὐλοὺς] α in lit. V 34 αὐτῶν ἐνοχλεῖ a ἐναβουλήτοις a)
ἔτι εἰ μηδεμία τέχνη αὐτάρκης πρὸς τὴν οἰκείαν ἐνέργειαν τῷ δεῖσθαι δι᾿ ὧν τε ἐνεργήσει καὶ περὶ ἅ, τέχνη δὲ καὶ ἡ ἀρετή, οὐδ᾿ ἂν αὐτὴ αὐτάρκης εἴη πρὸς τὴν κατ᾿ αὐτὴν ἐνέργειαν.
ἔτι εἰ ἡ ἀρετὴ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, μὴ οἷόν τε δὲ ἐκλογήν τινων ποιεῖσθαι καὶ κρίσιν μὴ πρότερον φαντασίαν περὶ αὐτῶν λαβόντα, ταύτην δὲ οὐχ οἷόν τε μὴ αἰσθανομένῳ ὑπάρξαι καὶ αἰσθανομένῳ ὑγιῶς, δεῖ μὲν αἰσθήσεως ὑγιαινούσης πρὸς τὴν καὶ περὶ ταῦτα ἐνέργειαν αὐτῇ, οὐκ ἔστιν δὲ ταύτης κυρία, οὐδ᾿ ἂν τῆς ἐνεργείας εἴη κυρία.
ὡς γὰρ μὴ ὄντων τῶν ὑποκειμένων οὐχ οἵα τε ἦν ἐνεργεῖν, ὧν οὐκ ἦν αὐτὴ κυρία, οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης δὲ φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι, φαντασία δὲ αἰσθήσεώς πως ἐχούσης, ἂν μὴ διαψεύδωνται αὐτὸν αἱ φαντασίαι.
εἰ δὲ μήτε πρὸς τὴν ὑπόστασιν τῶν περὶ ἃ ἡ ἐνέργεια, μήτε πρὸς φαντασίαν καὶ αἴσθησιν ἡ ἀρετὴ αὐτάρκης, ὧν χωρὶς οὐκ ἐνεργεῖ, οὐδ᾿ ἂν πρὸς τὴν ἐνέργειαν αὐτάρκης εἴη τὴν ἑαυτῆς.
ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ᾿ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας.
πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε μὴ βουλομένους θέσιν φυλάττειν;
ἔτι εἰ ἡ ἀρετὴ τὰ μὲν διωθεῖ καὶ ἐκκλίνει τῶν ἀδιαφόρων κατὰ τούτους, τὰ δὲ αἱρεῖται καὶ ἐκλέγεται, οὐκ αὐτάρκης ἂν εἴη πρὸς εὐδαιμονίαν.
πῶς γὰρ εὐδαίμων ὁ ὢν ἐν τούτοις, ἃ ἡ ἀρετὴ διωθεῖται;
ἢ γὰρ οὐκ εὖ ποιεῖ διωθουμένη αὐτά, ἢ οὐχ οἷόν τε εὐδαιμονεῖν παρόντων τούτων, ἃ ἦν διωθεῖσθαι τῆς ἀρετῆς ἔργον.
αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν·
εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις, καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ᾿ ἀρετὴν πράξεων), οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ᾿ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος.
εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα [*](157r) καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;
), ἤ, εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲν δὲ πράξομέν τι τῶν ἐπ᾿ αὐταῖς, ὥστ᾿ οὐδὲν ἐνεργήσομεν.
εἰ δ᾿ ἄλλα τινὰ ἐνεργήσουσιν, ἐφέξουσιν δὲ περὶ τούτων, οὐ πρὸς πάντα κατὰ τὸν βίον κατὰ τοῦτο κατὰ ἀρετὴν ἐνεργήσει ὁ τὴν ἀρετὴν ἔχων, ὥστε οὐκ αὐτάρκης πρὸς τὰς οἰκείας ἐνεργείας, ἅς γε διὰ τήν τινων ἀπουσίαν οὐδὲ ἐνεργεῖ.
τὸ δὲ λέγειν καὶ κοιμωμένους ἐνεργεῖν (καὶ γὰρ [*](11 οἷόν τε a οὐκ ἦν] cf. 160,4 sq. αὐτὴ a: αυτη V ὑποκειμένων] cf. 1584 12 fortasse φαντασίᾳ δὲ ⟨δεῖ⟩ 13 αυτὸν V: αὐτῶν a: fortasse αὐτὴν 21 εἰ om. a 24 αὐτα V: αὐτοὺς a 26 αὐταὶ a: αὐται V 28 ἀναγκαίῳ a 30 κρητὶς a: κριτὴς Vualder Sylburg 35 fortasse ἢ [εἰ] ἐφέξομεν)
διεγερθέντες γοῦν ἔχουσιν τὴν μνήμην καὶ οὐκ ἀποβεβλήκασιν) ὅμοιον καὶ τῷ λέγειν κοιμωμένους ὁρᾶν, ἐπεὶ καὶ ἐξυπνισθέντες ὁρῶσιν καὶ μὴ ἀπέβαλον τὴν δύναμιν τὴν ὁρατικήν.
ἔτι εἰ μὴ ψυχῆς εὐδαιμομνία ζητεῖται, ἀλλὰ ἀνθρώπου.
ὁμολογεῖται δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς εἶναι καὶ σώματος, ὧν ἑκατέρου ἐστὶ καὶ ἀγαθὰ οἰκεῖα καὶ κακὰ διαφέροντα ἀλλήλων, ὥσπερ οὖν καὶ αὐτὰ ἀλλήλων ἕτερα, πῶς οὐκ ἀκολουθεῖ τὸ τὸ τέλος τοῦ ἐξ ἀμφοῖν ὄντος καὶ τὸ ἀγαθὸν προσδεῖσθαι τοῦ ἑκατέρου τούτων, ἐξ ὧν ἐστιν, ἀγαθοῦ;