De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική.

εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς.

οὐδὲ γάρ, ὥς φασιν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ᾿ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια.

στοχάζεται γὰρ αὐτῶν ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται.

ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.

οὐδὲ γὰρ οἱ αὐλοί, εἰ πρὸς τὸ εἶναι ἡμῖν συνετέλουν, διὰ τοῦτο οὐκ ἦσαν συντελοῦντες πρὸς τὸ αὐλεῖν, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπεῖχον.

οὐκ ἄῤ εἰ ἀναγκαίως ὑπάρχει τῷ ἀνθρώπῳ ταῦτα οἷς ἡ ἀρετὴ χρῆται καὶ ἄνευ αὐτῶν μή ἐστι, διὰ τοῦτο οὐ γίνεται πρὸς τὴν ἐνέργειαν τῇ ἀρετῇ συντελοῦντα ἄλλα γε ὄντα αὐτῆς.

ἔτι εἰ πρὸς τὴν τῶν κατὰ φύσιν ἐκλογὴν χρεία καὶ σώματος ὑγιαίνοντος καὶ αἰσθήσεων, ἅ ἐστιν ἔξω τῆς ἀρετῆς (πῶς γὰρ ἄνευ τούτων κατὰ τρόπον ἂν τῶν κατὰ φύσιν τὴν ἐκλογὴν ποιήσαιτο;

ταῦτα δὲ τῆς ἀρετῆς ἔξω), οὐκ αὐτάρκης ἡ ἀρετή, καὶ ἔτι, εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι, ἃ ἐκλέξεται.

οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι.

διὰ γοῦν τὴν τούτων ἔνδειαν ὁ τὴν ἀρετὴν ἔχων ἑαυτὸν ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή.

ὅπερ ἔργον τῆς ἀρετῆς, ἀλλὰ τῷ μὴ παρεῖναι, ἃ οὐκ ἐπ᾿ αὐτῇ.

εἰ δὴ οὐκ ἐπ᾿ αὐτῇ μὲν ἡ τούτων παρουσία, ἡ δὲ ἐνέργεια αὐτῆς περὶ τὴν τούτων ἐκλογήν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν οἰκείαν ἐνέργειαν.

ἔτι διττῆς οὔσης τῆς ἐνεργείας καθ᾿ ἑκάστην τέχνην, τῆς μὲν ἐν προηγουμένοις, ὡς τῷ αὐλητῇ, εἰ ὑγιαίνοι τε τῷ σώματι καὶ αὐλούς, οἵους βούλεται ἔχοι καὶ μηδὲν ἔξωθεν αὐτὸν ἐνοχλοῖ, τῆς δὲ ἐν ἀβουλήτοις καὶ ἐναντίοις τῶν προειρημένων, [*](6 πάντα Usenerus: ταῦτα Va 7 χαλκευτικὴ a 8—9 χρῆται δὲ — ἐστι ποιητική om. a Vualder Sylburg 10 αὐτὴ Usenerus: αυτη V: αὕτη a 12 τὸν ὧν οὐκ ἄνευ λόγον] de hoc cf. 161,26 αἱ αἰσθήσεις . . εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι καὶ συνεργοῦσιν . . . , οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον 15 μὴ V: μὲν a 17 fortasse ἦσαν ⟨ἂν⟩ 18 οὐκ ἄῤ Usenerus: οὐ γὰρ Va 19 οὐ scripsi: οὖν (sic) V: οὖν a 21 ἐκλογὴν] κ in lit. V ὑγιαίνοντος om. Vualder 22 ἄνευ] ευ in lit. V 23 ποιήσαντο a 24 περὶ] ἐπὶ Vualder ut solet. Sylburg correxit in adnot. 30 παρουσίᾳ a τούτων] ν in lit. V 31 οὐκ om. a 33 ὑγιαίνοι τε] ι τ in lit. V αὐλοὺς] α in lit. V 34 αὐτῶν ἐνοχλεῖ a ἐναβουλήτοις a)

161
ὥσπερ ταῖς ἄλλαις τέχναις τὸ τέλος ἐν ταῖς περὶ τὰ βουλητὰ καὶ ἐν προηγουμέναις ἐνεργείαις, οὕτως καὶ ἐπὶ τῆς ἀρετῆς, εἴ γε καὶ αὕτη τέχνη.

ἔτι εἰ μηδεμία τέχνη αὐτάρκης πρὸς τὴν οἰκείαν ἐνέργειαν τῷ δεῖσθαι δι᾿ ὧν τε ἐνεργήσει καὶ περὶ ἅ, τέχνη δὲ καὶ ἡ ἀρετή, οὐδ᾿ ἂν αὐτὴ αὐτάρκης εἴη πρὸς τὴν κατ᾿ αὐτὴν ἐνέργειαν.

ἔτι εἰ ἡ ἀρετὴ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, μὴ οἷόν τε δὲ ἐκλογήν τινων ποιεῖσθαι καὶ κρίσιν μὴ πρότερον φαντασίαν περὶ αὐτῶν λαβόντα, ταύτην δὲ οὐχ οἷόν τε μὴ αἰσθανομένῳ ὑπάρξαι καὶ αἰσθανομένῳ ὑγιῶς, δεῖ μὲν αἰσθήσεως ὑγιαινούσης πρὸς τὴν καὶ περὶ ταῦτα ἐνέργειαν αὐτῇ, οὐκ ἔστιν δὲ ταύτης κυρία, οὐδ᾿ ἂν τῆς ἐνεργείας εἴη κυρία.

ὡς γὰρ μὴ ὄντων τῶν ὑποκειμένων οὐχ οἵα τε ἦν ἐνεργεῖν, ὧν οὐκ ἦν αὐτὴ κυρία, οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης δὲ φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι, φαντασία δὲ αἰσθήσεώς πως ἐχούσης, ἂν μὴ διαψεύδωνται αὐτὸν αἱ φαντασίαι.

εἰ δὲ μήτε πρὸς τὴν ὑπόστασιν τῶν περὶ ἃ ἡ ἐνέργεια, μήτε πρὸς φαντασίαν καὶ αἴσθησιν ἡ ἀρετὴ αὐτάρκης, ὧν χωρὶς οὐκ ἐνεργεῖ, οὐδ᾿ ἂν πρὸς τὴν ἐνέργειαν αὐτάρκης εἴη τὴν ἑαυτῆς.

ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ᾿ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας.

πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε μὴ βουλομένους θέσιν φυλάττειν;