De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική.

εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς.

οὐδὲ γάρ, ὥς φασιν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ᾿ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια.

στοχάζεται γὰρ αὐτῶν ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται.

ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.

οὐδὲ γὰρ οἱ αὐλοί, εἰ πρὸς τὸ εἶναι ἡμῖν συνετέλουν, διὰ τοῦτο οὐκ ἦσαν συντελοῦντες πρὸς τὸ αὐλεῖν, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπεῖχον.

οὐκ ἄῤ εἰ ἀναγκαίως ὑπάρχει τῷ ἀνθρώπῳ ταῦτα οἷς ἡ ἀρετὴ χρῆται καὶ ἄνευ αὐτῶν μή ἐστι, διὰ τοῦτο οὐ γίνεται πρὸς τὴν ἐνέργειαν τῇ ἀρετῇ συντελοῦντα ἄλλα γε ὄντα αὐτῆς.

ἔτι εἰ πρὸς τὴν τῶν κατὰ φύσιν ἐκλογὴν χρεία καὶ σώματος ὑγιαίνοντος καὶ αἰσθήσεων, ἅ ἐστιν ἔξω τῆς ἀρετῆς (πῶς γὰρ ἄνευ τούτων κατὰ τρόπον ἂν τῶν κατὰ φύσιν τὴν ἐκλογὴν ποιήσαιτο;

ταῦτα δὲ τῆς ἀρετῆς ἔξω), οὐκ αὐτάρκης ἡ ἀρετή, καὶ ἔτι, εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι, ἃ ἐκλέξεται.

οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι.

διὰ γοῦν τὴν τούτων ἔνδειαν ὁ τὴν ἀρετὴν ἔχων ἑαυτὸν ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή.

ὅπερ ἔργον τῆς ἀρετῆς, ἀλλὰ τῷ μὴ παρεῖναι, ἃ οὐκ ἐπ᾿ αὐτῇ.

εἰ δὴ οὐκ ἐπ᾿ αὐτῇ μὲν ἡ τούτων παρουσία, ἡ δὲ ἐνέργεια αὐτῆς περὶ τὴν τούτων ἐκλογήν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν οἰκείαν ἐνέργειαν.