De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τριῶν [*](158r) γὰρ δεῖ καθ᾿ ἑκάστην πρὸς τὸ τέλος, τοῦ τέλους καὶ τοῦ τυγχάνοντος τοῦ τέλους καὶ τοῦ ἐπιφέροντος τὸ τέλος·

ὁ μὲν γὰρ τυγχάνων ἰατρὸς ἢ κυβερνήτης, τὸ δὲ τέλος ἡ εὔπλοια ἢ ὑγίεια, τὸ δ᾿ ἐπιφέρον ταῦτα ἰατρικὴ ἢ [*](4 βούλεται] α in lit. V 6 ἂν κατὰ ἂν κατὰ a 12 αὐτάρκῆς V 12—13 ὥσπερ τῷ αὐλητῇ—αὐλεῖν ἐστιν] τὸ αὐλεῖν post ἐστιν addit Sylburg, melius πρὸς delebis, quod suadent verba respondentia τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν 19 αὑτῷ Sylburg: αὐτῷ Va 20 παρόντα a: παρον (παρο|) V 31 συντελεῖ a 38 ὑγεία Va)

166
κυβερνητική.

καὶ ἐπὶ εὐδαιμονίας δὴ ὁ μὲν τυγχάνων ὁ σοφός, τὸ δὲ τέλος ἡ εὐδαιμονία, τὸ δ᾿ ἐπιφέρον ἡ ἀρετή.

ὡς οὖν ἡ ἰατρικὴ οὐκ ἔστιν ὑγίεια, ὑγιείας δὲ ποιητική, καὶ ἡ κυβερνητική, οὖσα εὐπλοίας ποιητική, οὐκ ἔστιν εὔπλοια, οὕτως οὐδὲ ἡ ἀρετή, οὖσα εὐδαιμονίας ποιητική, εἴη ἂν εὐδαιμονία.

οὐδὲν γάρ ἐστι τῶν ποιούντων τι αὑτοῦ ποιητικόν.

ὥστε οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν τὴν γινομένην ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἕκαστος τῶν τεχνιτῶν, ἃ κατὰ τὴν τέχνην ἐκλέγεται, συνεργὰ πρὸς τὸ τέλος τὸ τῆς τέχνης ἔχει, καὶ ὁ τὴν ἀρετὴν ἔχων, ἃ ἐκλέγεται κατὰ τὴν ἀρετήν, ὡς συνεργὰ ἂν πρὸς τὸ τέλος αὑτῷ ἐκλέγοιτο.

ἐκλέγεται δὲ τά τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς παρῆλθεν.

οὐ γὰρ δή, ἀρετὴ οὖσα, μάτην ἐκλέγεταί τινα.

οὐκ ἄρα αὐτάρκης.

εἰ δ᾿, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι τέχναι ἐκλέγονται καὶ τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ λέγουσιν αὐτὰ ὄργανα γίνεσθαι τῆς ἀρετῆς, ῥητέον πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον τὸ ταὐτὰ πλείοσιν τέχναις εἶναι χρήσιμα.

εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός.

οὐ γὰρ καθὸ αὐλητής τίς ἐστιν ἢ κυβερνήτης ἐκλέγεται πλοῦτον ἢ δόξαν, ἀλλὰ καθὸ ἄνθρωπος.

ἡ δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή.

τοῦτο γὰρ ἔργον αὐτῆς.

ἐκλεκτικὴ γὰρ τούτων ἐστὶ καὶ δοκιμαστική, ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος.

ἔτι οὐκ, εἰ ᾧ ὁρῶμεν, τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, καὶ ἀκούομεν τῇ τούτου ἀρετῇ εὖ ἀκούομεν, καὶ διὰ τοῦτο, ᾧ ζῶμεν, τῇ τούτου ἀρετῇ εὖ ζῶμεν, ὥστε εἴη ἂν ⟨τῇ⟩ τῆς ψυχῆς ἀρετῇ εὐδαιμονία (ψυχῇ γὰρ ζῶμεν), οὐ δὴ διὰ τοῦτο οὐδενὸς ἔξωθεν ἄλλου δεησόμεθα παρὰ τὴν ἀρετὴν τῆς ψυχῆς πρὸς τὸ εὖ ζῆν.

καὶ γὰρ ἐπὶ τοῦ ὀφθαλμοῦ τῷ μὲν ὀφθαλμῷ ὁρῶμεν καὶ τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, ἀλλ᾿ ὅμως πρὸς τὸ εὖ ὁρᾶν καὶ φωτὸς δεόμεθα καὶ ἄλλων τινῶν.

καὶ γὰρ τοῦ μηδὲν ἐπισκοτεῖν καὶ διαστήματος συμμέτρου καὶ μεγέθους ποσοῦ καὶ τοῦ ὁραθησομένου χρώματος.

οὕτως δὴ καὶ εὖ μὲν ζῶμεν τῇ τῆς ψυχῆς ἀρετῇ, δεόμεθα μέντοι καὶ ἄλλων τινῶν εἰς τοῦτο συνεργῶν τε καὶ ὀργάνων.