De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἄνθρωπος δὲ οὐδεὶς ἂν οὐδὲ διαρκέσαι χωρὶς ἀνθρώπων ἄλλων γενόμενος.

σημεῖον δὲ μέγιστον τοῦ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, καὶ πολὺ πλέον τῶν ἄλλων ζῴων πάντων, τὸ καὶ μόνον λογικὸν εἶναι καὶ χρῆσθαι μόνον δύνασθαι λόγῳ, τὸν δὲ λόγον πρὸς μόνην τὴν μήνυσιν τῶν οἰκείων νοημάτων τε καὶ θεαμάτων τοῖς συνοῦσιν τὴν ἀναφορὰν ἔχειν.

ὅτε γοῦν μηδεὶς ἡμῖν πάρεστιν, ἢ μὴ βουλόμεθα τῶν παρόντων τινὶ μηνῦσαι τι τῶν ἡμετέρων νοημάτων ἢ μαθεῖν τι παῤ ἐκείνου, τὴν ἡσυχίαν ἔχομεν ἀρκούμενοι τῷ διανοεῖσθαι μόνῳ.

ὥστε, εἰ πρός τι τούτῳ χρώμεθα μόνον τῷ δεδομένῳ παρὰ τῆς φύσεως ἡμῖν λόγῳ, μηθὲν δὲ ἡ φύσις μάτην ποιεῖ τε καὶ δίδωσιν, ὡς κοινωνικοῖς ἂν ἡμῖν εἴη τὸν λόγον δεδωκυῖα.

ἔτι καὶ ἐξ αὐτοῦ τοῦ θέσει λέγειν τὸ δίκαιον εἶναι μαρτυροῖτ᾿ ἂν τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον.

εἰ γὰρ δέονται μὲν τοῦ δικαίου καὶ τῆς συνθήκης ταύτης φυσικῶς πάντες ἄνθρωποι (οὐ γὰρ οἱ μέν, οἱ δὲ οὔ), τοῦτο δὲ ὡς τῆς κοινωνίας ὂν σωστικὸν παραλαμβάνουσιν, εἴη ἂν πᾶσιν ἀνθρώποις τὸ κοινωνικὸν ὑπάρχον φύσει.

φύσει δὲ οὔσης τῆς κοινωνίας ἀνάγκη καὶ τὸ δίκαιον αὐτοῖς ὑπάρχειν φύσει.

οὐ γὰρ οἷόν τε λέγειν τὸ δεῖσθαι δικαίου, μηκέτι δὲ εἶναι τὸ δίκαιον φύσει.

οὗ γὰρ χωρὶς ἀδύνατον εἶναί τι τῶν ὑπαρχόντων ἡμῖν, ἀνάγκη καὶ τοῦτο εἶναι φύσει.

οἷον ἀδύνατον ὁρᾶν χωρὶς ὀφθαλμῶν.

διό, καὶ τοῦ ὁρᾶν 156r ὄντος φύσει, καὶ οἱ ὀφθαλμοὶ φύσει.

ὁμοίως καὶ τὰ ὦτα φύσει (οὔτε γὰρ χωρὶς τούτων ἀκούειν οἷόν τε, καὶ τὸ ἀκούειν φύσει), καὶ καθόλου τὰ αἰσθητήρια ἡμῖν φύσει τῷ καὶ τὰς ἐνεργείας τὰς δι᾿ αὐτῶν ὑπάρχειν ἡμῖν φύσει.

εἰ δὴ καὶ κοινωνικοὶ μέν ἐσμεν φύσει, ἀδύνατος δ᾿ ἡ κοινωνία χωρὶς δικαιοσύνης, ἀνάγκη καὶ τὸ δίκαιον εἶναι φύσει.