De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὕστερον γὰρ ἡ παράβασίς τινος ἐκείνου, οὗ ἐστιν παράβασις.

οὐδὲν γὰρ ἄλλο ἄδικόν ἐστι τὸ φύσει, ἢ παράβασις καὶ ἐναντίωσις τοῦ φύσει δικαίου.

ἔτι ὡς ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔχει, οὕτως εὔλογον καὶ ἐπὶ δικαιοσύνης ἔχειν.

ἐπὶ δὲ τῶν ἄλλων καθ᾿ ἑκάστην αὐτῶν φύσει ἐστὶ τὰ πρασσόμενα ὑπ᾿ αὐτῶν τοιαῦτα.

φύσει γὰρ ἀνδρεῖα ὁ τὴν ἀνδρείαν ἔχων πράττει, καὶ φύσει σωφρονικὰ τὰ ἀπὸ σωφροσύνης πραττόμενα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔστιν ἄρα καὶ δίκαια φύσει πραττόμενα καὶ δικαιοσύνη.

Εἰ ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμων, ὁ δὲ εὐδαίμων εὐδαιμόνως βιοῖ (ἡ γὰρ εὐδαιμονία ἐν βίῳ), ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμονα βιοῖ βίον.

ὁ δὲ εὐδαίμων βίος αἱρετός, οὐκ ἀβούλητος·

ὁ εὐδαίμων ἄρα βίος οὐκ ἀβούλητος.

οὐκ ἄρα, ὃν καταλείπει τις βίον ἑκών, εὐδαίμων οὗτος βίος.

ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον.

ὁ τὴν ἀρετὴν ἄρα ἔχων βίος καὶ ὁ κατὰ ἀρετὴν οὐκ εὐδαίμων.

οὐκ ἄρα ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν αὐτάρκης.